2.39 Δοκιμάζεται μέν νυν τὸ κτῆνος τρόπῳ τοιῷδε , θυσίη δέ σφι ἥδε κατέστηκε . Ἀγαγόντες τὸ σεσημασμένον κτῆνος πρὸς τὸν βωμὸν ὅκου ἂν θύωσι , πῦρ ἀνακαίουσι , ἔπειτα δὲ ἐπ’ αὐτοῦ οἶνον κατὰ τοῦ ἱρηίου ἐπισπείσαντες καὶ ἐπικαλέσαντες τὸν θεὸν σφάζουσι · σφάξαντες δὲ ἀποτάμνουσι τὴν κεφαλήν . Σῶμα μὲν δὴ τοῦ κτήνεος δείρουσι , κεφαλῇ δὲ κείνῃ πολλὰ καταρησάμενοι φέρουσι , τοῖσι μὲν ἂν ἀγορὴ καὶ Ἕλληνές σφι ἔωσι ἐπιδήμιοι ἔμποροι , οἱ δὲ φέροντες ἐς τὴν ἀγορὴν ἀπ’ ὦν ἔδοντο , τοῖσι δὲ ἂν μὴ παρέωσι Ἕλληνες , οἱ δ’ ἐκβάλλουσι ἐς τὸν ποταμόν . Καταρῶνται δὲ τάδε λέγοντες τῇσι κεφαλῇσι , εἴ τι μέλλει σφίσι τοῖσι θύουσι Αἰγύπτῳ τῇ συναπάσῃ κακὸν γενέσθαι , ἐς κεφαλὴν ταύτην τραπέσθαι . Κατὰ μέν νυν τὰς κεφαλὰς τῶν θυομένων κτηνέων καὶ τὴν ἐπίσπεισιν τοῦ οἴνου πάντες Αἰγύπτιοι νόμοισι τοῖσι αὐτοῖσι χρέωνται ὁμοίως ἐς πάντα τὰ ἱρά , καὶ ἀπὸ τούτου τοῦ νόμου οὐδὲ ἄλλου οὐδενὸς ἐμψύχου κεφαλῆς γεύσεται Αἰγυπτίων οὐδείς .