2.38 Τοὺς δὲ βοῦς τοὺς ἔρσενας τοῦ Ἐπάφου εἶναι νομίζουσι καὶ τούτου εἵνεκα δοκιμάζουσι αὐτοὺς ὧδε · τρίχα ἢν καὶ μίαν ἴδηται ἐπεοῦσαν μέλαιναν , οὐ καθαρὸν εἶναι νομίζει . Δίζηται δὲ ταῦτα ἐπὶ τούτῳ τεταγμένος τῶν τις ἱρέων καὶ ὀρθοῦ ἑστεῶτος τοῦ κτήνεος καὶ ὑπτίου καὶ τὴν γλῶσσαν ἐξειρύσας , εἰ καθαρὴ τῶν προκειμένων σημηίων , τὰ ἐγὼ ἐν ἄλλῳ λόγῳ ἐρέω · κατορᾷ δὲ καὶ τὰς τρίχας τῆς οὐρῆς εἰ κατὰ φύσιν ἔχει πεφυκυίας . Ἢν δὲ τούτων πάντων καθαρός , σημαίνεται βύβλῳ περὶ τὰ κέρεα εἱλίσσων καὶ ἔπειτα γῆν σημαντρίδα ἐπιπλάσας ἐπιβάλλει τὸν δακτύλιον · καὶ οὕτω ἀπάγουσι . Ἀσήμαντον δὲ θύσαντι θάνατος ζημίη ἐπίκειται .