2.37 Θεοσεβέες δὲ περισσῶς ἐόντες μάλιστα πάντων ἀνθρώπων νόμοισι τοιοισίδε χρέωνται . Ἐκ χαλκέων ποτηρίων πίνουσι , διασμῶντες ἀνὰ πᾶσαν ἡμέρην , οὐκ μέν , δ’ οὔ , ἀλλὰ πάντες . Εἵματα δὲ λίνεα φορέουσι αἰεὶ νεόπλυτα , ἐπιτηδεύοντες τοῦτο μάλιστα . Τά τε αἰδοῖα περιτάμνονται καθαρειότητος εἵνεκεν , προτιμῶντες καθαροὶ εἶναι εὐπρεπέστεροι . Οἱ δὲ ἱρέες ξυροῦνται πᾶν τὸ σῶμα διὰ τρίτης ἡμέρης , ἵνα μήτε φθεὶρ μήτε ἄλλο μυσαρὸν μηδὲν ἐγγίνηταί σφι θεραπεύουσι τοὺς θεούς . Ἐσθῆτα δὲ φορέουσι οἱ ἱρέες λινέην μούνην καὶ ὑποδήματα βύβλινα , ἄλλην δέ σφι ἐσθῆτα οὐκ ἔξεστι λαβεῖν οὐδὲ ὑποδήματα ἄλλα . Λοῦνται δὲ δίς τε τῆς ἡμέρης ἑκάστης ψυχρῷ καὶ δὶς ἑκάστης νυκτός , ἄλλας τε θρησκηίας ἐπιτελέουσι μυρίας ὡς εἰπεῖν λόγῳ . Πάσχουσι δὲ καὶ ἀγαθὰ οὐκ ὀλίγα · οὔτε τι γὰρ τῶν οἰκηίων τρίβουσι οὔτε δαπανῶνται , ἀλλὰ καὶ σιτία σφί ἐστι ἱρὰ πεσσόμενα , καὶ κρεῶν βοέων καὶ χηνέων πλῆθός τι ἑκάστῳ γίνεται πολλὸν ἡμέρης ἑκάστης , δίδοται δέ σφι καὶ οἶνος ἀμπέλινος · ἰχθύων δὲ οὔ σφι ἔξεστι πάσασθαι . Κυάμους δὲ οὔτε τι μάλα σπείρουσι Αἰγύπτιοι ἐν τῇ χώρῃ , τούς τε γενομένους οὔτε τρώγουσι οὔτε ἕψοντες πατέονται · οἱ δὲ δὴ ἱρέες οὐδὲ ὁρῶντες ἀνέχονται , νομίζοντες οὐ καθαρὸν εἶναί μιν ὄσπριον . Ἱρᾶται δὲ οὐκ εἷς ἑκάστου τῶν θεῶν ἀλλὰ πολλοί , τῶν εἷς ἐστι ἀρχιερεύς · ἐπεὰν δέ τις ἀποθάνῃ , τούτου παῖς ἀντικατίσταται .