2.36 Οἱ ἱρέες τῶν θεῶν τῇ μὲν ἄλλῃ κομῶσι , ἐν Αἰγύπτῳ δὲ ξυροῦνται . Τοῖσι ἄλλοισι ἀνθρώποισι νόμος ἅμα κήδεϊ κεκάρθαι τὰς κεφαλὰς τοὺς μάλιστα ἱκνέεται , Αἰγύπτιοι δὲ ὑπὸ τοὺς θανάτους ἀνιεῖσι τὰς τρίχας αὔξεσθαι τάς τε ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ , τέως ἐξυρωμένοι . Τοῖσι μὲν ἄλλοισι ἀνθρώποισι χωρὶς θηρίων δίαιτα ἀποκέκριται , Αἰγυπτίοισι δὲ ὁμοῦ θηρίοισι δίαιτά ἐστι . Ἀπὸ πυρῶν καὶ κριθέων ὧλλοι ζώουσι , Αἰγυπτίων δὲ τῷ ποιευμένῳ ἀπὸ τούτων τὴν ζόην ὄνειδος μέγιστόν ἐστι , ἀλλὰ ἀπὸ ὀλυρέων ποιεῦνται σιτία , τὰς ζειὰς μετεξέτεροι καλέουσι . Φυρῶσι τὸ μὲν σταῖς τοῖσι ποσί , τὸν δὲ πηλὸν τῇσι χερσί , καὶ τὴν κόπρον ἀναιρέονται . Τὰ αἰδοῖα ὧλλοι μὲν ἐῶσι ὡς ἐγένοντο , πλὴν ὅσοι ἀπὸ τούτων ἔμαθον , Αἰγύπτιοι δὲ περιτάμνονται . Εἵματα τῶν μὲν ἀνδρῶν ἕκαστος ἔχει δύο , τῶν δὲ γυναικῶν ἓν ἑκάστη . Τῶν ἱστίων τοὺς κρίκους καὶ τοὺς κάλους οἱ μὲν ἄλλοι ἔξωθεν προσδέουσι , Αἰγύπτιοι δὲ ἔσωθεν . Γράμματα γράφουσι καὶ λογίζονται ψήφοισι Ἕλληνες μὲν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ φέροντες τὴν χεῖρα , Αἰγύπτιοι δὲ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά · καὶ ποιεῦντες ταῦτα αὐτοὶ μέν φασι ἐπιδέξια ποιέειν , Ἕλληνας δὲ ἐπαρίστερα . Διφασίοισι δὲ γράμμασι χρέωνται , καὶ τὰ μὲν αὐτῶν ἱρά , τὰ δὲ δημοτικὰ καλέεται . ʹ