2.35 Ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων τὸν λόγον , ὅτι πλεῖστα θωμάσια ἔχει ἄλλη πᾶσα χώρη καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν ἄλλην χώρην · τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται . Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ οἱ ἄλλοι ποταμοί , τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους . Ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι , οἱ δὲ ἄνδρες κατ’ οἴκους ἐόντες ὑφαίνουσι . Ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες , Αἰγύπτιοι δὲ κάτω . Τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι , αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων . Οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί , οἱ δὲ ἄνδρες κατήμενοι . Εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι , ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι , ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν , τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν . Ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης , ἄνδρες δὲ πάντων τε καὶ πασέων . Τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι , τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι .