2.34 μὲν δὴ Ἴστρος , ῥέει γὰρ δι’ οἰκεομένης , πρὸς πολλῶν γινώσκεται , περὶ δὲ τῶν τοῦ Νείλου πηγέων οὐδεὶς ἔχει λέγειν · ἀοίκητός τε γὰρ καὶ ἔρημός ἐστι Λιβύη δι’ ἧς ῥέει . Περὶ δὲ τοῦ ῥεύματος αὐτοῦ , ἐπ’ ὅσον μακρότατον ἱστορέοντα ἦν ἐξικέσθαι , εἴρηται . Ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον , δὲ Αἴγυπτος τῆς ὀρεινῆς Κιλικίης μάλιστά κῃ ἀντίη κεῖται · ἐνθεῦτεν δὲ ἐς Σινώπην τὴν ἐν τῷ Εὐξείνῳ πόντῳ πέντε ἡμερέων ἰθέα ὁδὸς εὐζώνῳ ἀνδρί · δὲ Σινώπη τῷ Ἴστρῳ ἐκδιδόντι ἐς θάλασσαν ἀντίον κεῖται . Οὕτω τὸν Νεῖλον δοκέω διὰ πάσης τῆς Λιβύης διεξιόντα ἐξισοῦσθαι τῷ Ἴστρῳ . Νείλου μέν νυν πέρι τοσαῦτα εἰρήσθω .