2.33 μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοσοῦτό μοι δεδηλώσθω , πλὴν ὅτι ἀπονοστῆσαί τε ἔφασκε τοὺς Νασαμῶνας , ὡς οἱ Κυρηναῖοι ἔλεγον , καὶ ἐς τοὺς οὗτοι ἀπίκοντο ἀνθρώπους , γόητας εἶναι ἅπαντας . Τὸν δὲ δὴ ποταμὸν τοῦτον τὸν παραρρέοντα καὶ Ἐτέαρχος συνεβάλλετο εἶναι Νεῖλον , καὶ δὴ καὶ λόγος οὕτω αἱρέει . Ῥέει γὰρ ἐκ Λιβύης Νεῖλος καὶ μέσην τάμνων Λιβύην · καὶ ὡς ἐγὼ συμβάλλομαι τοῖσι ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος , τῷ Ἴστρῳ ἐκ τῶν ἴσων μέτρων ὁρμᾶται . Ἴστρος τε γὰρ ποταμὸς ἀρξάμενος ἐκ Κελτῶν καὶ Πυρήνης πόλιος ῥέει μέσην σχίζων τὴν Εὐρώπην οἱ δὲ Κελτοί εἰσι ἔξω Ἡρακλέων Στηλέων , ὁμουρέουσι δὲ Κυνησίοισι , οἳ ἔσχατοι πρὸς δυσμέων οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ κατοικημένων · τελευτᾷ δὲ Ἴστρος ἐς θάλασσαν ῥέων τὴν τοῦ Εὐξείνου πόντου διὰ πάσης Εὐρώπης , τῇ Ἰστρίην οἱ Μιλησίων οἰκέουσι ἄποικοι .