2.32 Ἀλλὰ τάδε μὲν ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων ἐλθεῖν τε ἐπὶ τὸ Ἄμμωνος χρηστήριον καὶ ἀπικέσθαι ἐς λόγους Ἐτεάρχῳ τῷ Ἀμμωνίων βασιλέϊ , καί κως ἐκ λόγων ἄλλων ἀπικέσθαι ἐς λέσχην περὶ τοῦ Νείλου , ὡς οὐδεὶς αὐτοῦ οἶδε τὰς πηγάς . Καὶ τὸν Ἐτέαρχον φάναι ἐλθεῖν κοτε παρ’ αὐτὸν Νασαμῶνας ἄνδρας · τὸ δὲ ἔθνος τοῦτο ἐστὶ μὲν Λιβυκόν , νέμεται δὲ τὴν Σύρτιν τε καὶ τὴν πρὸς ἠῶ χώρην τῆς Σύρτιος οὐκ ἐπὶ πολλόν · ἀπικομένους δὲ τοὺς Νασαμῶνας καὶ εἰρωτωμένους εἴ τι ἔχουσι πλέον λέγειν περὶ τῶν ἐρήμων τῆς Λιβύης , φάναι παρὰ σφίσι γενέσθαι ἀνδρῶν δυναστέων παῖδας ὑβριστάς , τοὺς ἄλλα τε μηχανᾶσθαι ἀνδρωθέντας περισσὰ καὶ δὴ καὶ ἀποκληρῶσαι πέντε ἑωυτῶν ὀψομένους τὰ ἔρημα τῆς Λιβύης καὶ εἴ τι πλέον ἴδοιεν τῶν τὰ μακρότατα ἰδομένων . Τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασσαν ἀπ’ Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης , τελευτᾷ τῆς Λιβύης , παρήκουσι παρὰ πᾶσαν Λίβυες καὶ Λιβύων ἔθνεα πολλά , πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι · τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ θάλασσαν κατηκόντων ἀνθρώπων , τὰ κατύπερθε θηριώδης ἐστὶ Λιβύη · τὰ δὲ κατύπερθε τῆς θηριώδεος ψάμμος τέ ἐστι καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων . Ἐκείνους ὦν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων , ὕδατί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους , ἰέναι τὰ πρῶτα μὲν διὰ τῆς οἰκεομένης , ταύτην δὲ διεξελθόντας ἐς τὴν θηριώδεα ἀπικέσθαι , ἐκ δὲ ταύτης τὴν ἔρημον διεξιέναι τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον . Διεξελθόντας δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα , καί σφεας προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων καρποῦ , ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικρούς , μετρίων ἐλάσσονας ἀνδρῶν , λαβόντας δὲ ἄγειν σφέας · φωνῆς δὲ οὔτε τι τῆς ἐκείνων τοὺς Νασαμῶνας γινώσκειν οὔτε τοὺς ἄγοντας τῶν Νασαμώνων . Ἄγειν τε δὴ αὐτοὺς δι’ ἑλέων μεγίστων , καὶ διεξελθόντας ταῦτα ἀπικέσθαι ἐς πόλιν ἐν τῇ πάντας εἶναι τοῖσι ἄγουσι τὸ μέγαθος ἴσους , χρῶμα δὲ μέλανας . Παρὰ δὲ τὴν πόλιν ῥέειν ποταμὸν μέγαν , ῥέειν δὲ ἀπὸ ἑσπέρης αὐτὸν πρὸς ἥλιον ἀνατέλλοντα , φαίνεσθαι δὲ ἐν αὐτῷ κροκοδείλους .