2.31 Μέχρι μέν νυν τεσσέρων μηνῶν πλόου καὶ ὁδοῦ γινώσκεται Νεῖλος πάρεξ τοῦ ἐν Αἰγύπτῳ ῥεύματος · τοσοῦτοι γὰρ συμβαλλομένῳ μῆνες εὑρίσκονται ἀναισιμούμενοι ἐξ Ἐλεφαντίνης πορευομένῳ ἐς τοὺς αὐτομόλους τούτους · ῥέει δὲ ἀπὸ ἑσπέρης τε καὶ ἡλίου δυσμέων . Τὸ δὲ ἀπὸ τοῦδε οὐδεὶς ἔχει σαφέως φράσαι · ἔρημος γάρ ἐστι χώρη αὕτη ὑπὸ καύματος .