2.30 Ἀπὸ δὲ ταύτης τῆς πόλιος πλέων ἐν ἴσῳ χρόνῳ ἄλλῳ ἥξεις ἐς τοὺς αὐτομόλους ἐν ὅσῳ περ ἐξ Ἐλεφαντίνης ἦλθες ἐς τὴν μητρόπολιν τὴν Αἰθιόπων . Τοῖσι δὲ αὐτομόλοισι τούτοισι οὔνομά ἐστι Ἀσμάχ , δύναται δὲ τοῦτο τὸ ἔπος κατὰ τὴν Ἑλλήνων γλῶσσαν ʹ οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ ʹ . Ἀπέστησαν δὲ αὗται τέσσερες καὶ εἴκοσι μυριάδες Αἰγυπτίων τῶν μαχίμων ἐς τοὺς Αἰθίοπας τούτους δι’ αἰτίην τοιήνδε . Ἐπὶ Ψαμμητίχου βασιλέος φυλακαὶ κατέστασαν ἔν τε Ἐλεφαντίνῃ πόλι πρὸς Αἰθιόπων καὶ ἐν Δάφνῃσι τῇσι Πηλουσίῃσι ἄλλη δὲ πρὸς Ἀραβίων τε καὶ Ἀσσυρίων καὶ ἐν Μαρέῃ πρὸς Λιβύης ἄλλη · ἔτι δὲ ἐπ’ ἐμέο καὶ Περσέων κατὰ ταὐτὰ αἱ φυλακαὶ ἔχουσι ὡς καὶ ἐπὶ Ψαμμητίχου ἦσαν · καὶ γὰρ ἐν Ἐλεφαντίνῃ Πέρσαι φρουρέουσι καὶ ἐν Δάφνῃσι . Τοὺς ὦν δὴ Αἰγυπτίους τρία ἔτεα φρουρήσαντας ἀπέλυε οὐδεὶς τῆς φρουρῆς · οἱ δὲ βουλευσάμενοι καὶ κοινῷ λόγῳ χρησάμενοι πάντες ἀπὸ τοῦ Ψαμμητίχου ἀποστάντες ἤισαν ἐς Αἰθιοπίην . Ψαμμήτιχος δὲ πυθόμενος ἐδίωκε · ὡς δὲ κατέλαβε , ἐδέετο πολλὰ λέγων καί σφεας θεοὺς πατρωίους ἀπολιπεῖν οὐκ ἔα καὶ τέκνα καὶ γυναῖκας · τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον εἰπεῖν , ἔνθα ἂν τοῦτο , ἔσεσθαι αὐτοῖσι ἐνθαῦτα καὶ τέκνα καὶ γυναῖκας . Οὗτοι ἐπείτε ἐς Αἰθιοπίην ἀπίκοντο , διδοῦσι σφέας αὐτοὺς τῷ Αἰθιόπων βασιλέϊ . δέ σφεας τῷδε ἀντιδωρέεται · ἦσάν οἱ διάφοροί τινες γεγονότες τῶν Αἰθιόπων · τούτους ἐκέλευε ἐξελόντας τὴν ἐκείνων γῆν οἰκέειν . Τούτων δὲ ἐσοικισθέντων ἐς τοὺς Αἰθίοπας , ἡμερώτεροι γεγόνασι Αἰθίοπες , ἤθεα μαθόντες αἰγύπτια . ʹ