2.29 Ἄλλου δὲ οὐδενὸς οὐδὲν ἐδυνάμην πυθέσθαι , ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην , μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών , τὸ δ’ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων . Ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντές ἐστι χωρίον · ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι · ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον , οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου . Τὸ δὲ χωρίον τοῦτό ἐστι ἐπ’ ἡμέρας τέσσερας πλόος , σκολιὸς δὲ ταύτῃ κατά περ Μαίανδρός ἐστι Νεῖλος · σχοῖνοι δὲ δυώδεκά εἰσι οὗτοι τοὺς δεῖ τούτῳ τῷ τρόπῳ διεκπλῶσαι . Καὶ ἔπειτα ἀπίξεαι ἐς πεδίον λεῖον , ἐν τῷ νῆσον περιρρέει Νεῖλος · Ταχομψὼ οὔνομα αὐτῇ ἐστι · οἰκέουσι δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ , τὸ δὲ ἥμισυ Αἰγύπτιοι . Ἔχεται δὲ τῆς νήσου λίμνη μεγάλη , τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται · τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις , τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ . Καὶ ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα · σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι , δι’ ὧν οὐκ οἷά τέ ἐστι πλέειν . Διεξελθὼν δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον , αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομά ἐστι Μεροή . Λέγεται δὲ αὕτη πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων · οἱ δ’ ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται , τούτους τε μεγάλως τιμῶσι · καί σφι μαντήιον Διὸς κατέστηκε · στρατεύονται δέ , ἐπεάν σφεας θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων , καὶ τῇ ἂν κελεύῃ , ἐκεῖσε .