2.28 Ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο . Τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι , εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάϊ πόλι γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης . Οὗτος δ’ ἔμοιγε παίζειν ἐδόκεε , φάμενος εἰδέναι ἀτρεκέως . Ἔλεγε δὲ ὧδε , εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα , μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης , οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι , τῷ δὲ Μῶφι · τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν , καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπ’ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον , τὸ δ’ ἕτερον ἥμισυ ἐπ’ Αἰθιοπίης τε καὶ νότου . Ὡς δὲ ἄβυσσοί εἰσι αἱ πηγαί , ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι · πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν . Οὗτος μὲν δὴ γραμματιστής , εἰ ἄρα ταῦτα γενόμενα ἔλεγε , ἀπέφαινε , ὡς ἐμὲ κατανοέειν , δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην , οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι , ὥστε μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι .