2.26 Αἴτιος δὲ αὐτὸς οὗτος κατὰ γνώμην τὴν ἐμὴν καὶ τὸν ἠέρα ξηρὸν τὸν ταύτῃ εἶναι , διακαίων τὴν διέξοδον αὐτῷ · οὕτω τῆς Λιβύης τὰ ἄνω θέρος αἰεὶ κατέχει . Εἰ δὲ στάσις ἤλλακτο τῶν ὡρέων καὶ τοῦ οὐρανοῦ τῇ μὲν νῦν βορέης τε καὶ χειμὼν ἑστᾶσι , ταύτῃ μὲν τοῦ νότου ἦν στάσις καὶ τῆς μεσαμβρίης , τῇ δὲ νότος νῦν ἕστηκε , ταύτῃ δὲ βορέης , εἰ ταῦτα οὕτως εἶχε , ἥλιος ἂν ἀπελαυνόμενος ἐκ μέσου τοῦ οὐρανοῦ ὑπὸ τοῦ χειμῶνος καὶ τοῦ βορέω ἤιε ἂν τὰ ἄνω τῆς Εὐρώπης κατά περ νῦν τῆς Λιβύης ἔρχεται , διεξιόντα δ’ ἄν μιν διὰ πάσης Εὐρώπης ἔλπομαι ποιέειν ἂν τὸν Ἴστρον τά περ νῦν ἐργάζεται τὸν Νεῖλον .
2.27 Τῆς αὔρης δὲ πέρι , τι οὐκ ἀποπνέει ἀπὸ τοῦ Νείλου , τήνδε ἔχω γνώμην , ὡς κάρτα ἀπὸ θερμέων χωρέων οὐκ οἰκός ἐστι οὐδὲν ἀποπνέειν , αὔρη δὲ ἀπὸ ψυχροῦ τινος φιλέει πνέειν .