2.22 δὲ τρίτη τῶν ὁδῶν πολλὸν ἐπιεικεστάτη ἐοῦσα μάλιστα ἔψευσται . Λέγει γὰρ δὴ οὐδ’ αὕτη οὐδέν , φαμένη τὸν Νεῖλον ῥέειν ἀπὸ τηκομένης χιόνος , ὃς ῥέει μὲν ἐκ Λιβύης διὰ μέσων Αἰθιόπων , ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον · κῶς ὦν δῆτα ῥέοι ἂν ἀπὸ χιόνος , ἀπὸ τῶν θερμοτάτων τόπων ῥέων ἐς τὰ ψυχρότερα ; Τεκμήρια γῶν πολλά ἐστι , ἀνδρί γε λογίζεσθαι τοιούτων πέρι οἵῳ τε ἐόντι , ὡς οὐδὲ οἰκὸς ἀπὸ χιόνος μιν ῥέειν . Πρῶτον μὲν καὶ μέγιστον μαρτύριον οἱ ἄνεμοι παρέχονται πνέοντες ἀπὸ τῶν χωρέων τουτέων θερμοί . Δεύτερον δέ , ὅτι ἄνομβρος χώρη καὶ ἀκρύσταλλος διατελέει ἐοῦσα , ἐπὶ δὲ χιόνι πεσούσῃ πᾶσα ἀνάγκη ἐστὶ ὗσαι ἐν πέντε ἡμέρῃσι , ὥστε , εἰ ἐχιόνιζε , ὕετο ἂν ταῦτα τὰ χωρία . Τρίτα δέ , οἱ ἄνθρωποι ὑπὸ τοῦ καύματος μέλανες ἐόντες . Ἰκτῖνοι δὲ καὶ χελιδόνες δι’ ἔτεος ἐόντες οὐκ ἀπολείπουσι , γέρανοι δὲ φεύγουσαι τὸν χειμῶνα τὸν ἐν τῇ Σκυθικῇ χώρῃ γινόμενον φοιτῶσι ἐς χειμασίην ἐς τοὺς τόπους τούτους . Εἰ τοίνυν ἐχιόνιζε καὶ ὅσον ὦν ταύτην τὴν χώρην δι’ ἧς τε ῥέει καὶ ἐκ τῆς ἄρχεται ῥέων Νεῖλος , ἦν ἄν τι τούτων οὐδέν , ὡς ἀνάγκη ἐλέγχει .
2.23 δὲ περὶ τοῦ Ὠκεανοῦ λέξας ἐς ἀφανὲς τὸν μῦθον ἀνενείκας οὐκ ἔχει ἔλεγχον · οὐ γάρ τινα ἔγωγε οἶδα ποταμὸν Ὠκεανὸν ἐόντα , Ὅμηρον δὲ τινα τῶν πρότερον γενομένων ποιητέων δοκέω τοὔνομα εὑρόντα ἐς ποίησιν ἐσενείκασθαι . ʹ