2.20 Ἀλλὰ Ἑλλήνων μέν τινες ἐπίσημοι βουλόμενοι γενέσθαι σοφίην ἔλεξαν περὶ τοῦ ὕδατος τούτου τριφασίας ὁδούς , τῶν τὰς μὲν δύο τῶν ὁδῶν οὐκ ἀξιῶ μνησθῆναι εἰ μὴ ὅσον σημῆναι βουλόμενος μοῦνον . Τῶν ἑτέρη μὲν λέγει τοὺς ἐτησίας ἀνέμους εἶναι αἰτίους πληθύειν τὸν ποταμόν , κωλύοντας ἐς θάλασσαν ἐκρέειν τὸν Νεῖλον . Πολλάκις δὲ ἐτησίαι μὲν οὐκ ὦν ἔπνευσαν , δὲ Νεῖλος τὠυτὸ ἐργάζεται . Πρὸς δέ , εἰ ἐτησίαι αἴτιοι ἦσαν , χρῆν καὶ τοὺς ἄλλους ποταμούς , ὅσοι τοῖσι ἐτησίῃσι ἀντίοι ῥέουσι , ὁμοίως πάσχειν καὶ κατὰ τὰ αὐτὰ τῷ Νείλῳ , καὶ μᾶλλον ἔτι τοσούτῳ ὅσῳ ἐλάσσονες ἐόντες ἀσθενέστερα τὰ ῥεύματα παρέχονται · εἰσὶ δὲ πολλοὶ μὲν ἐν τῇ Συρίῃ ποταμοί , πολλοὶ δὲ ἐν τῇ Λιβύῃ , οἳ οὐδὲν τοιοῦτο πάσχουσι οἷόν τι καὶ Νεῖλος .
2.21 δ’ ἑτέρη ἀνεπιστημονεστέρη μέν ἐστι τῆς λελεγμένης , λόγῳ δὲ εἰπεῖν θωμασιωτέρη , λέγει ἀπὸ τοῦ Ὠκεανοῦ ῥέοντα αὐτὸν ταῦτα μηχανᾶσθαι , τὸν δὲ Ὠκεανὸν γῆν περὶ πᾶσαν ῥέειν .