2.24 Εἰ δὲ δεῖ μεμψάμενον γνώμας τὰς προκειμένας αὐτὸν περὶ τῶν ἀφανέων γνώμην ἀποδέξασθαι , φράσω δι’ τι μοι δοκέει πληθύεσθαι Νεῖλος τοῦ θέρεος · τὴν χειμερινὴν ὥρην ἀπελαυνόμενος ἥλιος ἐκ τῆς ἀρχαίης διεξόδου ὑπὸ τῶν χειμώνων ἔρχεται τῆς Λιβύης τὰ ἄνω . Ὡς μέν νυν ἐν ἐλαχίστῳ δηλῶσαι , πᾶν εἴρηται · τῆς γὰρ ἂν ἀγχοτάτω τε χώρης οὗτος θεὸς καὶ κατὰ ἥντινα , ταύτην οἰκὸς διψῆν τε ὑδάτων μάλιστα καὶ τὰ ἐγχώρια ῥεύματα μαραίνεσθαι τῶν ποταμῶν .