2.17 Καὶ τὴν μὲν Ἰώνων γνώμην ἀπίεμεν , ἡμεῖς δὲ ὧδέ κῃ περὶ τούτων λέγομεν , Αἴγυπτον μὲν πᾶσαν εἶναι ταύτην τὴν ὑπ’ Αἰγυπτίων οἰκεομένην , κατά περ Κιλικίην τὴν ὑπὸ Κιλίκων καὶ Ἀσσυρίην τὴν ὑπὸ Ἀσσυρίων , οὔρισμα δὲ Ἀσίῃ καὶ Λιβύῃ οἴδαμεν οὐδὲν ἐὸν ὀρθῷ λόγῳ εἰ μὴ τοὺς Αἰγυπτίων οὔρους . Εἰ δὲ τῷ ὑπ’ Ἑλλήνων νενομισμένῳ χρησόμεθα , νομιεῦμεν Αἴγυπτον πᾶσαν ἀρξαμένην ἀπὸ Καταδούπων τε καὶ Ἐλεφαντίνης πόλιος δίχα διαιρέεσθαι καὶ ἀμφοτερέων τῶν ἐπωνυμιέων ἔχεσθαι · τὰ μὲν γὰρ αὐτῆς εἶναι τῆς Λιβύης , τὰ δὲ τῆς Ἀσίης . γὰρ δὴ Νεῖλος ἀρξάμενος ἀπὸ τῶν Καταδούπων ῥέει μέσην Αἴγυπτον σχίζων ἐς θάλασσαν . Μέχρι μέν νυν Κερκασώρου πόλιος ῥέει εἷς ἐὼν Νεῖλος , τὸ δὲ ἀπὸ ταύτης τῆς πόλιος σχίζεται τριφασίας ὁδούς . Καὶ μὲν πρὸς ἠῶ τρέπεται , τὸ καλέεται Πηλούσιον στόμα , δὲ ἑτέρη τῶν ὁδῶν πρὸς ἑσπέρην ἔχει · τοῦτο δὲ Κανωβικὸν στόμα κέκληται . δὲ δὴ ἰθέα τῶν ὁδῶν τῷ Νείλῳ ἐστὶ ἥδε · ἄνωθεν φερόμενος ἐς τὸ ὀξὺ τοῦ Δέλτα ἀπικνέεται , τὸ δὲ ἀπὸ τούτου σχίζων μέσον τὸ Δέλτα ἐς θάλασσαν ἐξιεῖ , οὔτε ἐλαχίστην μοῖραν τοῦ ὕδατος παρεχόμενος ταύτῃ οὔτε ἥκιστα ὀνομαστήν , τὸ καλέεται Σεβεννυτικὸν στόμα . Ἔστι δὲ καὶ ἕτερα διφάσια στόματα ἀπὸ τοῦ Σεβεννυτικοῦ ἀποσχισθέντα φέροντα ἐς θάλασσαν , τοῖσι οὐνόματα κεῖται τάδε , τῷ μὲν Σαϊτικὸν αὐτῶν , τῷ δὲ Μενδήσιον . Τὸ δὲ Βολβίτινον στόμα καὶ τὸ Βουκολικὸν οὐκ ἰθαγενέα στόματά ἐστι ἀλλ’ ὀρυκτά .