2.16 Εἰ ὦν ἡμεῖς ὀρθῶς περὶ αὐτῶν γινώσκομεν , Ἴωνες οὐκ εὖ φρονέουσι περὶ Αἰγύπτου . Εἰ δὲ ὀρθή ἐστι γνώμη τῶν Ἰώνων , Ἕλληνάς τε καὶ αὐτοὺς Ἴωνας ἀποδείκνυμι οὐκ ἐπισταμένους λογίζεσθαι , οἵ φασι τρία μόρια εἶναι γῆν πᾶσαν , Εὐρώπην τε καὶ Ἀσίην καὶ Λιβύην . Τέταρτον γὰρ δή σφεας δεῖ προσλογίζεσθαι Αἰγύπτου τὸ Δέλτα , εἰ μήτε γέ ἐστι τῆς Ἀσίης μήτε τῆς Λιβύης . Οὐ γὰρ δὴ Νεῖλός γέ ἐστι κατὰ τοῦτον τὸν λόγον τὴν Ἀσίην οὐρίζων τῇ Λιβύῃ · τοῦ Δέλτα δὲ τούτου κατὰ τὸ ὀξὺ περιρρήγνυται Νεῖλος , ὥστε ἐν τῷ μεταξὺ Ἀσίης τε καὶ Λιβύης γίνοιτ’ ἄν . ʹ