2.18 Μαρτυρέει δέ μοι τῇ γνώμῃ , ὅτι τοσαύτη ἐστὶ Αἴγυπτος ὅσην τινὰ ἐγὼ ἀποδείκνυμι τῷ λόγῳ , καὶ τὸ Ἄμμωνος χρηστήριον γενόμενον , τὸ ἐγὼ τῆς ἐμεωυτοῦ γνώμης ὕστερον περὶ Αἴγυπτον ἐπυθόμην . Οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ , αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱρὰ θρησκηίῃ , βουλόμενοι θηλέων βοῶν μὴ ἔργεσθαι , ἔπεμψαν ἐς Ἄμμωνος φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι · οἰκέειν τε γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐκ ὁμολογέειν αὐτοῖσι κατὰ γλῶσσαν , βούλεσθαί τε πάντων σφίσι ἐξεῖναι γεύεσθαι . δὲ θεός σφεας οὐκ ἔα ποιέειν ταῦτα , φὰς Αἴγυπτον εἶναι ταύτην τὴν Νεῖλος ἐπιὼν ἄρδει , καὶ Αἰγυπτίους εἶναι τούτους οἳ ἔνερθε Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσι . Οὕτω σφι ταῦτα ἐχρήσθη .