2.15 Εἰ ὦν βουλοίμεθα γνώμῃσι τῇσι Ἰώνων χρᾶσθαι τὰ περὶ Αἴγυπτον , οἵ φασι τὸ Δέλτα μοῦνον εἶναι Αἴγυπτον , ἀπὸ Περσέος καλεομένης σκοπιῆς λέγοντες τὸ παρὰ θάλασσαν εἶναι αὐτῆς μέχρι ταριχηίων τῶν Πηλουσιακῶν , τῇ δὴ τεσσεράκοντά εἰσι σχοῖνοι , τὸ δὲ ἀπὸ θαλάσσης λεγόντων ἐς μεσόγαιαν τείνειν αὐτὴν μέχρι Κερκασώρου πόλιος , κατ’ ἣν σχίζεται Νεῖλος ἔς τε Πηλούσιον ῥέων καὶ ἐς Κάνωβον , τὰ δὲ ἄλλα λεγόντων τῆς Αἰγύπτου τὰ μὲν Λιβύης , τὰ δὲ Ἀραβίης εἶναι , ἀποδεικνύοιμεν ἂν τούτῳ τῷ λόγῳ χρεώμενοι Αἰγυπτίοισι οὐκ ἐοῦσαν πρότερον χώρην . Ἤδη γάρ σφι τό γε Δέλτα , ὡς αὐτοὶ λέγουσι Αἰγύπτιοι καὶ ἐμοὶ δοκέει , ἐστὶ κατάρρυτόν τε καὶ νεωστὶ ὡς λόγῳ εἰπεῖν ἀναπεφηνός . Εἰ τοίνυν σφι χώρη γε μηδεμία ὑπῆρχε , τί περιεργάζοντο δοκέοντες πρῶτοι ἀνθρώπων γεγονέναι ; Οὐδὲ ἔδεέ σφεας ἐς διάπειραν τῶν παιδίων ἰέναι , τίνα γλῶσσαν πρώτην ἀπήσουσι . Ἀλλ’ οὔτε Αἰγυπτίους δοκέω ἅμα τῷ Δέλτα τῷ ὑπὸ Ἰώνων καλεομένῳ Αἰγύπτῳ γενέσθαι αἰεί τε εἶναι ἐξ οὗ ἀνθρώπων γένος ἐγένετο , προϊούσης δὲ τῆς χώρης πολλοὺς μὲν τοὺς ὑπολειπομένους αὐτῶν γενέσθαι , πολλοὺς δὲ τοὺς ὑποκαταβαίνοντας . Τὸ δ’ ὦν πάλαι αἱ Θῆβαι Αἴγυπτος ἐκαλέετο , τῆς τὸ περίμετρον στάδιοί εἰσι εἴκοσι καὶ ἑκατὸν καὶ ἑξακισχίλιοι .