2.14 Καὶ ταῦτα μὲν ἐς Ἕλληνας Αἰγυπτίοισι ὀρθῶς ἔχοντα εἴρηται . Φέρε δὲ νῦν καὶ αὐτοῖσι Αἰγυπτίοισι ὡς ἔχει φράσω . Εἴ σφι θέλοι , ὡς καὶ πρότερον εἶπον , χώρη ἔνερθε Μέμφιος αὕτη γάρ ἐστι αὐξανομένη κατὰ λόγον τοῦ παροιχομένου χρόνου ἐς ὕψος αὐξάνεσθαι , ἄλλο τι οἱ ταύτῃ οἰκέοντες Αἰγυπτίων πεινήσουσι , εἰ μήτε γε ὕσεταί σφι χώρη τὰ ἀπὸ Διὸς μήτε ποταμὸς οἷός τε ἔσται ἐς τὰς ἀρούρας ὑπερβαίνειν ; γὰρ δὴ νῦν γε οὗτοι ἀπονητότατα καρπὸν κομίζονται ἐκ γῆς τῶν τε ἄλλων ἀνθρώπων πάντων καὶ τῶν λοιπῶν Αἰγυπτίων , οἳ οὔτε ἀρότρῳ ἀναρρηγνύντες αὔλακας ἔχουσι πόνους οὔτε σκάλλοντες οὔτε ἄλλο ἐργαζόμενοι οὐδὲν τῶν οἱ ἄλλοι ἄνθρωποι περὶ λήιον πονέουσι , ἀλλ’ ἐπεάν σφι ποταμὸς αὐτόματος ἐπελθὼν ἄρσῃ τὰς ἀρούρας , ἄρσας δὲ ἀπολίπῃ ὀπίσω , τότε σπείρας ἕκαστος τὴν ἑωυτοῦ ἄρουραν ἐσβάλλει ἐς αὐτὴν ὗς , ἐπεὰν δὲ καταπατήσῃ τῇσι ὑσὶ τὸ σπέρμα , ἄμητον τὸ ἀπὸ τούτου μένει , ἀποδινήσας δὲ τῇσι ὑσὶ τὸν σῖτον οὕτω κομίζεται .