2.13 Ἔλεγον δὲ καὶ τόδε μοι μέγα τεκμήριον περὶ τῆς χώρης ταύτης οἱ ἱρέες , ὡς ἐπὶ Μοίριος βασιλέος , ὅκως ἔλθοι ποταμὸς ἐπὶ ὀκτὼ πήχεας τὸ ἐλάχιστον , ἄρδεσκε Αἴγυπτον τὴν ἔνερθε Μέμφιος · καὶ Μοίρι οὔκω ἦν ἔτεα εἰνακόσια τετελευτηκότι , ὅτε τῶν ἱρέων ταῦτα ἐγὼ ἤκουον · νῦν δέ , εἰ μὴ ἐπ’ ἑκκαίδεκα πεντεκαίδεκα πήχεας ἀναβῇ τὸ ἐλάχιστον ποταμός , οὐκ ὑπερβαίνει ἐς τὴν χώρην . Δοκέουσί τέ μοι Αἰγυπτίων οἱ ἔνερθε τῆς λίμνης τῆς Μοίριος οἰκέοντες τά τε ἄλλα χωρία καὶ τὸ καλεόμενον Δέλτα , ἢν οὕτω χώρη αὕτη κατὰ λόγον ἐπιδιδῷ ἐς ὕψος καὶ τὸ ὅμοιον ἀποδιδῷ ἐς αὔξησιν , μὴ κατακλύζοντος αὐτὴν τοῦ Νείλου πείσεσθαι τὸν πάντα χρόνον τὸν ἐπίλοιπον Αἰγύπτιοι τό κοτε αὐτοὶ Ἕλληνας ἔφασαν πείσεσθαι . Πυθόμενοι γὰρ ὡς ὕεται πᾶσα χώρη τῶν Ἑλλήνων , ἀλλ’ οὐ ποταμοῖσι ἄρδεται κατά περ σφετέρη , ἔφασαν Ἕλληνας ψευσθέντας κοτὲ ἐλπίδος μεγάλης κακῶς πεινήσειν . Τὸ δὲ ἔπος τοῦτο ἐθέλει λέγειν ὡς , εἰ μὴ ἐθελήσει σφι ὕειν θεὸς ἀλλ’ αὐχμῷ διαχρᾶσθαι , λιμῷ οἱ Ἕλληνες αἱρεθήσονται · οὐ γὰρ δή σφι ἔστι ὕδατος οὐδεμία ἄλλη ἀποστροφὴ ὅτι μὴ ἐκ τοῦ Διὸς μοῦνον .