2.4 Ὅσα δὲ ἀνθρωπήια πρήγματα , ὧδε ἔλεγον ὁμολογέοντες σφίσι , πρώτους Αἰγυπτίους ἀνθρώπων ἁπάντων ἐξευρεῖν τὸν ἐνιαυτόν , δυώδεκα μέρεα δασαμένους τῶν ὡρέων ἐς αὐτόν · ταῦτα δὲ ἐξευρεῖν ἐκ τῶν ἄστρων ἔλεγον . Ἄγουσι δὲ τοσῷδε σοφώτερον Ἑλλήνων , ἐμοὶ δοκέειν , ὅσῳ Ἕλληνες μὲν διὰ τρίτου ἔτεος ἐμβόλιμον μῆνα ἐπεμβάλλουσι τῶν ὡρέων εἵνεκεν , Αἰγύπτιοι δὲ τριηκοντημέρους ἄγοντες τοὺς δυώδεκα μῆνας ἐπάγουσι ἀνὰ πᾶν ἔτος πέντε ἡμέρας πάρεξ τοῦ ἀριθμοῦ , καί σφι κύκλος τῶν ὡρέων ἐς τὠυτὸ περιιὼν παραγίνεται . Δυώδεκά τε θεῶν ἐπωνυμίας ἔλεγον πρώτους Αἰγυπτίους νομίσαι καὶ Ἕλληνας παρὰ σφέων ἀναλαβεῖν , βωμούς τε καὶ ἀγάλματα καὶ νηοὺς θεοῖσι ἀπονεῖμαι σφέας πρώτους καὶ ζῷα ἐν λίθοισι ἐγγλύψαι . Καὶ τούτων μέν νυν τὰ πλέω ἔργῳ ἐδήλουν οὕτω γενόμενα . Βασιλεῦσαι δὲ πρῶτον Αἰγύπτου ἄνθρωπον ἔλεγον Μῖνα · ἐπὶ τούτου , πλὴν τοῦ Θηβαϊκοῦ νομοῦ , πᾶσαν Αἴγυπτον εἶναι ἕλος , καὶ αὐτῆς εἶναι οὐδὲν ὑπερέχον τῶν νῦν ἔνερθε λίμνης τῆς Μοίριος ἐόντων , ἐς τὴν ἀνάπλοος ἀπὸ θαλάσσης ἑπτὰ ἡμερέων ἐστὶ ἀνὰ τὸν ποταμόν .