2.3 Κατὰ μὲν δὴ τὴν τροφὴν τῶν παιδίων τοσαῦτα ἔλεγον . Ἤκουσα δὲ καὶ ἄλλα ἐν Μέμφι , ἐλθὼν ἐς λόγους τοῖσι ἱρεῦσι τοῦ Ἡφαίστου · καὶ δὴ καὶ ἐς Θήβας τε καὶ ἐς Ἡλίου πόλιν αὐτῶν τούτων εἵνεκεν ἐτραπόμην , ἐθέλων εἰδέναι εἰ συμβήσονται τοῖσι λόγοισι τοῖσι ἐν Μέμφι · οἱ γὰρ Ἡλιοπολῖται λέγονται Αἰγυπτίων εἶναι λογιώτατοι . Τὰ μέν νυν θεῖα τῶν ἀπηγημάτων οἷα ἤκουον , οὐκ εἰμὶ πρόθυμος ἐξηγέεσθαι , ἔξω τὰ οὐνόματα αὐτῶν μοῦνον , νομίζων πάντας ἀνθρώπους ἴσον περὶ αὐτῶν ἐπίστασθαι · τὰ δ’ ἂν ἐπιμνησθέω αὐτῶν , ὑπὸ τοῦ λόγου ἐξαναγκαζόμενος ἐπιμνησθήσομαι .