2.5 Καὶ εὖ μοι ἐδόκεον λέγειν περὶ τῆς χώρης . Δῆλα γὰρ δὴ καὶ μὴ προακούσαντι , ἰδόντι δέ , ὅστις γε σύνεσιν ἔχει , ὅτι Αἴγυπτος ἐς τὴν Ἕλληνες ναυτίλλονται ἐστὶ Αἰγυπτίοισι ἐπίκτητός τε γῆ καὶ δῶρον τοῦ ποταμοῦ , καὶ τὰ κατύπερθε ἔτι τῆς λίμνης ταύτης μέχρι τριῶν ἡμερέων πλόου , τῆς πέρι ἐκεῖνοι οὐδὲν ἔτι τοιόνδε ἔλεγον , ἔστι δὲ ἕτερον τοιοῦτο . Αἰγύπτου γὰρ φύσις ἐστὶ τῆς χώρης τοιήδε . Πρῶτα μὲν προσπλέων ἔτι καὶ ἡμέρης δρόμον ἀπέχων ἀπὸ γῆς , κατεὶς καταπειρητηρίην πηλόν τε ἀνοίσεις καὶ ἐν ἕνδεκα ὀργυιῇσι ἔσεαι · τοῦτο μὲν ἐπὶ τοσοῦτο δηλοῖ πρόχυσιν τῆς γῆς ἐοῦσαν .
2.6 Αὖτις δὲ αὐτῆς ἐστὶ Αἰγύπτου μῆκος τὸ παρὰ θάλασσαν ἑξήκοντα σχοῖνοι , κατὰ ἡμεῖς διαιρέομεν εἶναι Αἴγυπτον ἀπὸ τοῦ Πλινθινήτεω κόλπου μέχρι Σερβωνίδος λίμνης , παρ’ ἣν τὸ Κάσιον ὄρος τείνει · ταύτης ὦν ἄπο οἱ ἑξήκοντα σχοῖνοί εἰσι . Ὅσοι μὲν γὰρ γεωπεῖναί εἰσι ἀνθρώπων , ὀργυιῇσι μεμετρήκασι τὴν χώρην · ὅσοι δὲ ἧσσον γεωπεῖναι , σταδίοισι · οἳ δὲ πολλὴν ἔχουσι , παρασάγγῃσι · οἳ δὲ ἄφθονον λίην , σχοίνοισι . Δύναται δὲ μὲν παρασάγγης τριήκοντα στάδια , δὲ σχοῖνος ἕκαστος , μέτρον ἐὸν αἰγύπτιον , ἑξήκοντα στάδια . Οὕτως ἂν εἴησαν Αἰγύπτου στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι τὸ παρὰ θάλασσαν .