2.2 Οἱ δὲ Αἰγύπτιοι , πρὶν μὲν Ψαμμήτιχον σφέων βασιλεῦσαι , ἐνόμιζον ἑωυτοὺς πρώτους γενέσθαι πάντων ἀνθρώπων . Ἐπειδὴ δὲ Ψαμμήτιχος βασιλεύσας ἠθέλησε εἰδέναι οἵτινες γενοίατο πρῶτοι , ἀπὸ τούτου νομίζουσι Φρύγας προτέρους γενέσθαι ἑωυτῶν , τῶν δὲ ἄλλων ἑωυτούς . Ψαμμήτιχος δὲ ὡς οὐκ ἐδύνατο πυνθανόμενος πόρον οὐδένα τούτου ἀνευρεῖν οἳ γενοίατο πρῶτοι ἀνθρώπων , ἐπιτεχνᾶται τοιόνδε . Παιδία δύο νεογνὰ ἀνθρώπων τῶν ἐπιτυχόντων διδοῖ ποιμένι τρέφειν ἐς τὰ ποίμνια τροφήν τινα τοιήνδε , ἐντειλάμενος μηδένα ἀντίον αὐτῶν μηδεμίαν φωνὴν ἱέναι , ἐν στέγῃ δὲ ἐρήμῃ ἐπ’ ἑωυτῶν κεῖσθαι αὐτὰ καὶ τὴν ὥρην ἐπαγινέειν σφι αἶγας , πλήσαντα δὲ τοῦ γάλακτος τἆλλα διαπρήσσεσθαι . Ταῦτα δὲ ἐποίεέ τε καὶ ἐνετέλλετο Ψαμμήτιχος θέλων ἀκοῦσαι τῶν παιδίων , ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων , ἥντινα φωνὴν ῥήξουσι πρώτην . Τά περ ὦν καὶ ἐγένετο . Ὡς γὰρ διέτης χρόνος ἐγεγόνεε ταῦτα τῷ ποιμένι πρήσσοντι , ἀνοίγοντι τὴν θύρην καὶ ἐσιόντι τὰ παιδία ἀμφότερα προσπίπτοντα ʹ βεκός ʹ ἐφώνεον ὀρέγοντα τὰς χεῖρας . Τὰ μὲν δὴ πρῶτα ἀκούσας ἥσυχος ἦν ποιμήν · ὡς δὲ πολλάκις φοιτῶντι καὶ ἐπιμελομένῳ πολλὸν ἦν τοῦτο τὸ ἔπος , οὕτω δὴ σημήνας τῷ δεσπότῃ ἤγαγε τὰ παιδία κελεύσαντος ἐς ὄψιν τὴν ἐκείνου . Ἀκούσας δὲ καὶ αὐτὸς Ψαμμήτιχος ἐπυνθάνετο οἵτινες ἀνθρώπων ʹ βεκός ʹ τι καλέουσι , πυνθανόμενος δὲ εὕρισκε Φρύγας καλέοντας τὸν ἄρτον . Οὕτω συνεχώρησαν Αἰγύπτιοι καὶ τοιούτῳ σταθμωσάμενοι πρήγματι τοὺς Φρύγας πρεσβυτέρους εἶναι ἑωυτῶν . Ὧδε μὲν γενέσθαι τῶν ἱρέων τοῦ Ἡφαίστου τοῦ ἐν Μέμφι ἤκουον · Ἕλληνες δὲ λέγουσι ἄλλα τε μάταια πολλὰ καὶ ὡς γυναικῶν τὰς γλώσσας Ψαμμήτιχος ἐκταμὼν τὴν δίαιταν οὕτως ἐποιήσατο τῶν παιδίων παρὰ ταύτῃσι τῇσι γυναιξί .