2.t ΕΥΤΕΡΠΗ
2.1 Τελευτήσαντος δὲ Κύρου παρέλαβε τὴν βασιληίην Καμβύσης , Κύρου ἐὼν παῖς καὶ Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρός , τῆς προαποθανούσης · Κῦρος αὐτός τε μέγα πένθος ἐποιήσατο καὶ τοῖσι ἄλλοισι προεῖπε πᾶσι τῶν ἦρχε πένθος ποιέεσθαι . Ταύτης δὴ τῆς γυναικὸς ἐὼν παῖς καὶ Κύρου Καμβύσης Ἴωνας μὲν καὶ Αἰολέας ὡς δούλους πατρωίους ἐόντας ἐνόμιζε , ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατηλασίην , ἄλλους τε παραλαβὼν τῶν ἦρχε καὶ δὴ καὶ Ἑλλήνων τῶν ἐπεκράτεε .