1.216 Νόμοισι δὲ χρέωνται τοιοισίδε . Γυναῖκα μὲν γαμέει ἕκαστος , ταύτῃσι δὲ ἐπίκοινα χρέωνται · τὸ γὰρ Σκύθας φασὶ Ἕλληνες ποιέειν , οὐ Σκύθαι εἰσὶ οἱ ποιεῦντες ἀλλὰ Μασσαγέται . Τῆς γὰρ ἐπιθυμήσῃ γυναικὸς Μασσαγέτης ἀνήρ , τὸν φαρετρεῶνα ἀποκρεμάσας πρὸ τῆς ἁμάξης μίσγεται ἀδέως . Οὖρος δὲ ἡλικίης σφι πρόκειται ἄλλος μὲν οὐδείς · ἐπεὰν δὲ γέρων γένηται κάρτα , οἱ προσήκοντές οἱ πάντες συνελθόντες θύουσί μιν καὶ ἄλλα πρόβατα ἅμα αὐτῷ , ἑψήσαντες δὲ τὰ κρέα κατευωχέονται . Ταῦτα μὲν τὰ ὀλβιώτατά σφι νενόμισται , τὸν δὲ νούσῳ τελευτήσαντα οὐ κατασιτέονται ἀλλὰ γῇ κρύπτουσι , συμφορὴν ποιεύμενοι ὅτι οὐκ ἵκετο ἐς τὸ τυθῆναι . Σπείρουσι δὲ οὐδέν , ἀλλ’ ἀπὸ κτηνέων ζώουσι καὶ ἰχθύων · οἱ δὲ ἄφθονοί σφι ἐκ τοῦ Ἀράξεω ποταμοῦ παραγίνονται · γαλακτοπόται δέ εἰσι . Θεῶν δὲ μοῦνον ἥλιον σέβονται , τῷ θύουσι ἵππους . Νόος δὲ οὗτος τῆς θυσίης · τῶν θεῶν τῷ ταχίστῳ πάντων τῶν θνητῶν τὸ τάχιστον δατέονται .