1.215 Μασσαγέται δὲ ἐσθῆτά τε ὁμοίην τῇ Σκυθικῇ φορέουσι καὶ δίαιταν ἔχουσι , ἱππόται δέ εἰσι καὶ ἄνιπποι ἀμφοτέρων γὰρ μετέχουσι καὶ τοξόται τε καὶ αἰχμοφόροι , σαγάρις νομίζοντες ἔχειν . Χρυσῷ δὲ καὶ χαλκῷ τὰ πάντα χρέωνται . Ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις , χαλκῷ τὰ πάντα χρέωνται , ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας , χρυσῷ κοσμέονται . Ὡς δ’ αὕτως τῶν ἵππων τὰ μὲν περὶ τὰ στέρνα χαλκέους θώρηκας περιβάλλουσι , τὰ δὲ περὶ τοὺς χαλινοὺς καὶ στόμια καὶ φάλαρα χρυσῷ , σιδήρῳ δὲ οὐδ’ ἀργύρῳ χρέωνται οὐδέν . Οὐδὲ γὰρ οὐδείς σφι ἔστι ἐν τῇ χώρῃ , δὲ χρυσὸς καὶ χαλκὸς ἄπλετος .