1.214 Καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ . Τόμυρις δέ , ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε , συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ . Ταύτην τὴν μάχην , ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο , κρίνω ἰσχυροτάτην γενέσθαι . Καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον . Πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν , μετὰ δέ , ὥς σφι τὰ βέλεα ἐξετετόξευτο , συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι . Χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν · τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο . τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ , βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα . Ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν , ὡς δὲ εὗρε , ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν · λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε · ʹ Σὺ μὲν ἐμὲ ζώουσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ · σὲ δ’ ἐγώ , κατά περ ἠπείλησα , αἵματος κορέσω . ʹ Τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου πολλῶν λόγων λεγομένων ὅδε μοι πιθανώτατος εἴρηται . ʹ