1.212 δέ , πυθομένη τά τε περὶ τὴν στρατιὴν γεγονότα καὶ τὰ περὶ τὸν παῖδα , πέμπουσα κήρυκα παρὰ Κῦρον ἔλεγε τάδε · ʹ Ἄπληστε αἵματος Κῦρε , μηδὲν ἐπαρθῇς τῷ γεγονότι τῷδε πρήγματι , εἰ ἀμπελίνῳ καρπῷ , τῷ περ αὐτοὶ ἐμπιπλάμενοι μαίνεσθε οὕτως ὥστε κατιόντος τοῦ οἴνου ἐς τὸ σῶμα ἐπαναπλέειν ὑμῖν ἔπεα κακά , τοιούτῳ φαρμάκῳ δολώσας ἐκράτησας παιδὸς τοῦ ἐμοῦ , ἀλλ’ οὐ μάχῃ κατὰ τὸ καρτερόν . Νῦν ὦν ἐμέο εὖ παραινεούσης ὑπόλαβε τὸν λόγον · ἀποδούς μοι τὸν παῖδα ἄπιθι ἐκ τῆσδε τῆς χώρης ἀζήμιος , Μασσαγετέων τριτημορίδι τοῦ στρατοῦ κατυβρίσας . Εἰ δὲ ταῦτα οὐ ποιήσεις , ἥλιον ἐπόμνυμί τοι τὸν Μασσαγετέων δεσπότην , μέν σε ἐγὼ καὶ ἄπληστον ἐόντα αἵματος κορέσω . ʹ
1.213 Κῦρος μὲν ἐπέων οὐδένα τούτων ἀνενειχθέντων ἐποιέετο λόγον . δὲ τῆς βασιλείης Τομύριος παῖς Σπαργαπίσης , ὥς μιν τε οἶνος ἀνῆκε καὶ ἔμαθε ἵνα ἦν κακοῦ , δεηθεὶς Κύρου ἐκ τῶν δεσμῶν λυθῆναι ἔτυχε , ὡς δὲ ἐλύθη τε τάχιστα καὶ τῶν χειρῶν ἐκράτησε , διεργάζεται ἑωυτόν .