1.210 Κῦρος μὲν δοκέων οἱ Δαρεῖον ἐπιβουλεύειν ἔλεγε τάδε · τῷ δὲ δαίμων προέφαινε ὡς αὐτὸς μὲν τελευτήσειν αὐτοῦ ταύτῃ μέλλοι , δὲ βασιληίη αὐτοῦ περιχωρέοι ἐς Δαρεῖον . Ἀμείβεται δὴ ὦν Ὑστάσπης τοῖσδε · ʹ βασιλεῦ , μὴ εἴη ἀνὴρ Πέρσης γεγονὼς ὅστις τοι ἐπιβουλεύσει , εἰ δ’ ἔστι , ἀπόλοιτο ὡς τάχιστα · ὃς ἀντὶ μὲν δούλων ἐποίησας ἐλευθέρους Πέρσας εἶναι , ἀντὶ δὲ ἄρχεσθαι ὑπ’ ἄλλων ἄρχειν ἁπάντων . Εἰ δέ τίς τοι ὄψις ἀπαγγέλλει παῖδα τὸν ἐμὸν νεώτερα βουλεύειν περὶ σέο , ἐγώ τοι παραδίδωμι χρᾶσθαι αὐτῷ τοῦτο τι σὺ βούλεαι . ʹ Ὑστάσπης μὲν τούτοισι ἀμειψάμενος καὶ διαβὰς τὸν Ἀράξην ἤιε ἐς Πέρσας φυλάξων Κύρῳ τὸν παῖδα Δαρεῖον .
1.211 Κῦρος δὲ προελθὼν ἀπὸ τοῦ Ἀράξεω ἡμέρης ὁδὸν ἐποίεε τὰς Κροίσου ὑποθήκας . Μετὰ δὲ ταῦτα Κύρου τε καὶ Περσέων τοῦ καθαροῦ τοῦ στρατοῦ ἀπελάσαντος ὀπίσω ἐπὶ τὸν Ἀράξην , λειφθέντος δὲ τοῦ ἀχρηίου , ἐπελθοῦσα τῶν Μασσαγετέων τριτημορὶς τοῦ στρατοῦ τούς τε λειφθέντας τῆς Κύρου στρατιῆς ἐφόνευε ἀλεξομένους καὶ τὴν προκειμένην ἰδόντες δαῖτα , ὡς ἐχειρώσαντο τοὺς ἐναντίους , κλιθέντες ἐδαίνυντο , πληρωθέντες δὲ φορβῆς καὶ οἴνου ηὗδον . Οἱ δὲ Πέρσαι ἐπελθόντες πολλοὺς μέν σφεων ἐφόνευσαν , πολλῷ δ’ ἔτι πλέονας ἐζώγρησαν , καὶ ἄλλους καὶ τὸν τῆς βασιλείης Τομύριος παῖδα , στρατηγέοντα Μασσαγετέων , τῷ οὔνομα ἦν Σπαργαπίσης .