1.209 Ἐπείτε δὲ ἐπεραιώθη τὸν Ἀράξην , νυκτὸς ἐπελθούσης εἶδε ὄψιν εὕδων ἐν τῶν Μασσαγετέων τῇ χώρῃ τοιήνδε · ἐδόκεε Κῦρος ἐν τῷ ὕπνῳ ὁρᾶν τῶν Ὑστάσπεος παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην , τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν . Ὑστάσπεϊ δὲ τῷ Ἀρσάμεος , ἐόντι ἀνδρὶ Ἀχαιμενίδῃ , ἦν τῶν παίδων Δαρεῖος πρεσβύτατος , ἐὼν τότε ἡλικίην ἐς εἴκοσί κου μάλιστα ἔτεα , καὶ οὗτος κατελέλειπτο ἐν Πέρσῃσι · οὐ γὰρ εἶχέ κω ἡλικίην στρατεύεσθαι . Ἐπεὶ ὦν δὴ ἐξηγέρθη Κῦρος , ἐδίδου λόγον ἑωυτῷ περὶ τῆς ὄψιος . Ὡς δέ οἱ ἐδόκεε μεγάλη εἶναι ὄψις , καλέσας Ὑστάσπεα καὶ ἀπολαβὼν μοῦνον εἶπε · ʹ Ὕστασπες , παῖς σὸς ἐπιβουλεύων ἐμοί τε καὶ τῇ ἐμῇ ἀρχῇ ἥλωκε · ὡς δὲ ταῦτα ἀτρεκέως οἶδα , ἐγὼ σημανέω . Ἐμέο θεοὶ κήδονται καί μοι πάντα προδεικνύουσι τὰ ἐπιφερόμενα · ἤδη ὦν ἐν τῇ παροιχομένῃ νυκτὶ εὕδων εἶδον τῶν σῶν παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην , τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν . Οὐκ ὦν ἔστι μηχανὴ ἀπὸ τῆς ὄψιος ταύτης οὐδεμία τὸ μὴ ἐκεῖνον ἐπιβουλεύειν ἐμοί . Σὺ τοίνυν τὴν ταχίστην πορεύεο ὀπίσω ἐς Πέρσας καὶ ποίεε ὅκως , ἐπεὰν ἐγὼ τάδε καταστρεψάμενος ἔλθω ἐκεῖ , ὥς μοι καταστήσεις τὸν παῖδα ἐς ἔλεγχον . ʹ