1.208 Γνῶμαι μὲν αὗται συνέστασαν . Κῦρος δὲ μετεὶς τὴν προτέρην γνώμην , τὴν Κροίσου δὲ ἑλόμενος , προηγόρευε Τομύρι ἐξαναχωρέειν ὡς αὐτοῦ διαβησομένου ἐπ’ ἐκείνην . μὲν δὴ ἐξανεχώρεε κατὰ ὑπέσχετο πρῶτα . Κῦρος δὲ Κροῖσον ἐς τὰς χεῖρας ἐσθεὶς τῷ ἑωυτοῦ παιδὶ Καμβύσῃ , τῷ περ τὴν βασιληίην ἐδίδου , καὶ πολλὰ ἐντειλάμενός οἱ τιμᾶν τε αὐτὸν καὶ εὖ ποιέειν , ἢν διάβασις ἐπὶ Μασσαγέτας μὴ ὀρθωθῇ , ταῦτα ἐντειλάμενος καὶ ἀποστείλας τούτους ἐς Πέρσας αὐτὸς διέβαινε τὸν ποταμὸν καὶ στρατὸς αὐτοῦ . ʹ