1.207 Παρεὼν δὲ καὶ μεμφόμενος τὴν γνώμην ταύτην Κροῖσος Λυδὸς ἀπεδείκνυτο ἐναντίην τῇ προκειμένῃ γνώμῃ , λέγων τάδε · ʹ βασιλεῦ , εἶπον μὲν καὶ πρότερόν τοι ὅτι , ἐπεί με Ζεὺς ἔδωκέ τοι , τὸ ἂν ὁρέω σφάλμα ἐὸν οἴκῳ τῷ σῷ , κατὰ δύναμιν ἀποτρέψειν . Τὰ δέ μοι παθήματα ἐόντα ἀχάριτα μαθήματα γέγονε . Εἰ μὲν ἀθάνατος δοκέεις εἶναι καὶ στρατιῆς τοιαύτης ἄρχειν , οὐδὲν ἂν εἴη πρῆγμα γνώμας ἐμὲ σοὶ ἀποφαίνεσθαι · εἰ δ’ ἔγνωκας ὅτι ἄνθρωπος καὶ σὺ εἶς καὶ ἑτέρων τοιῶνδε ἄρχεις , ἐκεῖνο πρῶτον μάθε ὡς κύκλος τῶν ἀνθρωπηίων ἐστὶ πρηγμάτων , περιφερόμενος δὲ οὐκ ἐᾷ αἰεὶ τοὺς αὐτοὺς εὐτυχέειν . Ἤδη ὦν ἐγὼ γνώμην ἔχω περὶ τοῦ προκειμένου πρήγματος τὰ ἔμπαλιν οὗτοι . Εἰ γὰρ ἐθελήσομεν ἐσδέξασθαι τοὺς πολεμίους ἐς τὴν χώρην , ὅδε τοι ἐν αὐτῷ κίνδυνος ἔνι . Ἑσσωθεὶς μὲν προσαπολλύεις πᾶσαν τὴν ἀρχήν · δῆλα γὰρ δὴ ὅτι νικῶντες Μασσαγέται οὐ τὸ ὀπίσω φεύξονται ἀλλ’ ἐπ’ ἀρχὰς τὰς σὰς ἐλῶσι . Νικῶν δὲ οὐ νικᾷς τοσοῦτον ὅσον εἰ διαβὰς ἐς τὴν ἐκείνων νικῶν Μασσαγέτας ἕποιο φεύγουσι · τὠυτὸ γὰρ ἀντιθήσω ἐκείνῳ , ὅτι νικήσας τοὺς ἀντιουμένους ἐλᾷς ἰθὺ τῆς ἀρχῆς τῆς Τομύριος . Χωρίς τε τοῦ ἀπηγημένου αἰσχρὸν καὶ οὐκ ἀνασχετὸν Κῦρόν γε τὸν Καμβύσεω γυναικὶ εἴξαντα ὑποχωρῆσαι τῆς χώρης . Νῦν ὦν μοι δοκέει διαβάντας προελθεῖν ὅσον ἂν ἐκεῖνοι ὑπεξίωσι , ἐνθεῦτεν δὲ τάδε ποιεῦντας πειρᾶσθαι ἐκείνων περιγενέσθαι . Ὡς γὰρ ἐγὼ πυνθάνομαι , Μασσαγέται εἰσὶ ἀγαθῶν τε Περσικῶν ἄπειροι καὶ καλῶν μεγάλων ἀπαθέες . Τούτοισι ὦν τοῖσι ἀνδράσι τῶν προβάτων ἀφειδέως πολλὰ κατακόψαντας καὶ σκευάσαντας προθεῖναι ἐν τῷ στρατοπέδῳ τῷ ἡμετέρῳ δαῖτα , πρὸς δὲ καὶ κρητῆρας ἀφειδέως οἴνου ἀκρήτου καὶ σιτία παντοῖα · ποιήσαντας δὲ ταῦτα , ὑπολειπομένους τῆς στρατιῆς τὸ φλαυρότατον , τοὺς λοιποὺς αὖτις ἐξαναχωρέειν ἐπὶ τὸν ποταμόν . Ἢν γὰρ ἐγὼ γνώμης μὴ ἁμάρτω , κεῖνοι ἰδόμενοι ἀγαθὰ πολλὰ τρέψονται τε πρὸς αὐτὰ καὶ ἡμῖν τὸ ἐνθεῦτεν λείπεται ἀπόδεξις ἔργων μεγάλων . ʹ