1.206 Ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα Τόμυρις κήρυκα ἔλεγε τάδε · ʹ βασιλεῦ Μήδων , παῦσαι σπεύδων τὰ σπεύδεις · οὐ γὰρ ἂν εἰδείης εἴ τοι ἐς καιρὸν ἔσται ταῦτα τελεόμενα · παυσάμενος δὲ βασίλευε τῶν σεωυτοῦ καὶ ἡμέας ἀνέχεο ὁρέων ἄρχοντας τῶν περ ἄρχομεν . Οὐκ ὦν ἐθελήσεις ὑποθήκῃσι τῃσίδε χρᾶσθαι , ἀλλὰ πάντως μᾶλλον δι’ ἡσυχίης εἶναι · σὺ δὲ εἰ μεγάλως προθυμέαι Μασσαγετέων πειρηθῆναι , φέρε , μόχθον μὲν τὸν ἔχεις ζευγνὺς τὸν ποταμὸν ἄφες , σὺ δὲ ἡμέων ἀναχωρησάντων ἀπὸ τοῦ ποταμοῦ τριῶν ἡμερέων ὁδὸν διάβαινε ἐς τὴν ἡμετέρην . Εἰ δ’ ἡμέας βούλεαι ἐσδέξασθαι μᾶλλον ἐς τὴν ὑμετέρην , σὺ τὠυτὸ τοῦτο ποίεε . ʹ Ταῦτα δὲ ἀκούσας Κῦρος συνεκάλεσε Περσέων τοὺς πρώτους , συναγείρας δὲ τούτους ἐς μέσον σφι προετίθεε τὸ πρῆγμα , συμβουλευόμενος ὁκότερα ποιῇ . Τῶν δὲ κατὰ τὠυτὸ αἱ γνῶμαι συνεξέπιπτον κελευόντων ἐσδέκεσθαι Τόμυρίν τε καὶ τὸν στρατὸν αὐτῆς ἐς τὴν χώρην .