1.204 Τὰ μὲν δὴ πρὸς ἑσπέρην τῆς θαλάσσης ταύτης τῆς Κασπίης καλεομένης Καύκασις ἀπέργει , τὰ δὲ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα πεδίον ἐκδέκεται πλῆθος ἄπειρον ἐς ἄποψιν . Τοῦ ὦν δὴ πεδίου τούτου τοῦ μεγάλου οὐκ ἐλαχίστην μοῖραν μετέχουσι οἱ Μασσαγέται , ἐπ’ οὓς Κῦρος ἔσχε προθυμίην στρατεύσασθαι . Πολλά τε γάρ μιν καὶ μεγάλα τὰ ἐπαείροντα καὶ ἐποτρύνοντα ἦν , πρῶτον μὲν γένεσις , τὸ δοκέειν πλέον τι εἶναι ἀνθρώπου , δεύτερα δὲ εὐτυχίη κατὰ τοὺς πολέμους γινομένη · ὅκῃ γὰρ ἰθύσειε στρατεύεσθαι Κῦρος , ἀμήχανον ἦν ἐκεῖνο τὸ ἔθνος διαφυγεῖν .
1.205 Ἦν δέ , τοῦ ἀνδρὸς ἀποθανόντος , γυνὴ τῶν Μασσαγετέων βασίλεια · Τόμυρίς οἱ ἦν οὔνομα . Ταύτην πέμπων Κῦρος ἐμνᾶτο , τῷ λόγῳ θέλων γυναῖκά μιν ἔχειν . δὲ Τόμυρις , συνιεῖσα οὐκ αὐτήν μιν μνώμενον ἀλλὰ τὴν Μασσαγετέων βασιληίην , ἀπείπατο τὴν πρόσοδον . Κῦρος δὲ μετὰ τοῦτο , ὥς οἱ δόλῳ οὐ προεχώρεε , ἐλάσας ἐπὶ τὸν Ἀράξην ἐποιέετο ἐκ τοῦ ἐμφανέος ἐπὶ τοὺς Μασσαγέτας στρατηίην , γεφύρας τε ζευγνὺς ἐπὶ τοῦ ποταμοῦ διάβασιν τῷ στρατῷ καὶ πύργους ἐπὶ πλοίων τῶν διαπορθμευόντων τὸν ποταμὸν οἰκοδομεόμενος .