1.203 δὲ Κασπίη θάλασσά ἐστι ἐπ’ ἑωυτῆς , οὐ συμμίσγουσα τῇ ἑτέρῃ θαλάσσῃ · τὴν μὲν γὰρ Ἕλληνες ναυτίλλονται πᾶσα καὶ ἔξω Ἡρακλέων στηλέων θάλασσα Ἀτλαντὶς καλεομένη καὶ Ἐρυθρὴ μία ἐοῦσα τυγχάνει . δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπ’ ἑωυτῆς , ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων , εὖρος δέ , τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς , ὀκτὼ ἡμερέων . Καὶ τὰ μὲν πρὸς τὴν ἑσπέρην φέροντα τῆς θαλάσσης ταύτης Καύκασις παρατείνει , ἐὸν ὀρέων καὶ πλήθεϊ μέγιστον καὶ μεγάθεϊ ὑψηλότατον . Ἔθνεα δὲ ἀνθρώπων πολλὰ καὶ παντοῖα ἐν ἑωυτῷ ἔχει Καύκασις , τὰ πολλὰ πάντα ἀπ’ ὕλης ἀγρίης ζώοντα . Ἐν τοῖσι καὶ δένδρεα φύλλα τοιῆσδε ἰδέης παρεχόμενα εἶναι λέγεται , τὰ τρίβοντάς τε καὶ παραμίσγοντας ὕδωρ ζῷα ἑωυτοῖσι ἐς τὴν ἐσθῆτα ἐγγράφειν · τὰ δὲ ζῷα οὐκ ἐκπλύνεσθαι , ἀλλὰ συγκαταγηράσκειν τῷ ἄλλῳ εἰρίῳ κατά περ ἐνυφανθέντα ἀρχήν . Μίξιν δὲ τούτων τῶν ἀνθρώπων εἶναι ἐμφανέα κατά περ τοῖσι προβάτοισι .