1.199 δὲ δὴ αἴσχιστος τῶν νόμων ἐστὶ τοῖσι Βαβυλωνίοισι ὅδε · δεῖ πᾶσαν γυναῖκα ἐπιχωρίην ἱζομένην ἐς ἱρὸν Ἀφροδίτης ἅπαξ ἐν τῇ ζόῃ μιχθῆναι ἀνδρὶ ξείνῳ . Πολλαὶ δὲ καὶ οὐκ ἀξιούμεναι ἀναμίσγεσθαι τῇσι ἄλλῃσι , οἷα πλούτῳ ὑπερφρονέουσαι , ἐπὶ ζευγέων ἐν καμάρῃσι ἐλάσασαι πρὸς τὸ ἱρὸν ἑστᾶσι , θεραπηίη δέ σφι ὄπισθε ἕπεται πολλή . Αἱ δὲ πλέονες ποιεῦσι ὧδε · ἐν τεμένεϊ Ἀφροδίτης κατέαται στέφανον περὶ τῇσι κεφαλῇσι ἔχουσαι θώμιγγος πολλαὶ γυναῖκες · αἱ μὲν γὰρ προσέρχονται , αἱ δὲ ἀπέρχονται . Σχοινοτενέες δὲ διέξοδοι πάντα τρόπον ὁδῶν ἔχουσι διὰ τῶν γυναικῶν , δι’ ὧν οἱ ξεῖνοι διεξιόντες ἐκλέγονται . Ἔνθα ἐπεὰν ἵζηται γυνή , οὐ πρότερον ἀπαλλάσσεται ἐς τὰ οἰκία τίς οἱ ξείνων ἀργύριον ἐμβαλὼν ἐς τὰ γούνατα μιχθῇ ἔσω τοῦ ἱροῦ . Ἐμβαλόντα δὲ δεῖ εἰπεῖν τοσόνδε · ʹ Ἐπικαλέω τοι τὴν θεὸν Μύλιττα . ʹ Μύλιττα δὲ καλέουσι τὴν Ἀφροδίτην Ἀσσύριοι . Τὸ δὲ ἀργύριον μέγαθός ἐστι ὅσον ὦν · οὐ γὰρ μὴ ἀπώσηται · οὐ γάρ οἱ θέμις ἐστί · γίνεται γὰρ ἱρὸν τοῦτο τὸ ἀργύριον · τῷ δὲ πρώτῳ ἐμβαλόντι ἕπεται οὐδὲ ἀποδοκιμᾷ οὐδένα . Ἐπεὰν δὲ μιχθῇ , ἀποσιωσαμένη τῇ θεῷ ἀπαλλάσσεται ἐς τὰ οἰκία , καὶ τὠπὸ τούτου οὐκ οὕτω μέγα τί οἱ δώσεις μιν λάμψεαι . Ὅσαι μέν νυν εἴδεός τε ἐπαμμέναι εἰσὶ καὶ μεγάθεος , ταχὺ ἀπαλλάσσονται , ὅσαι δὲ ἄμορφοι αὐτέων εἰσί , χρόνον πολλὸν προσμένουσι οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι · καὶ γὰρ τριέτεα καὶ τετραέτεα μετεξέτεραι χρόνον μένουσι . Ἐνιαχῇ δὲ καὶ τῆς Κύπρου ἐστὶ παραπλήσιος τούτῳ νόμος .