1.197 Δεύτερος δὲ σοφίῃ ὅδε ἄλλος σφι νόμος κατέστηκε · τοὺς κάμνοντας ἐς τὴν ἀγορὴν ἐκφορέουσι · οὐ γὰρ δὴ χρέωνται ἰητροῖσι . Προσιόντες ὦν πρὸς τὸν κάμνοντα συμβουλεύουσι περὶ τῆς νούσου , εἴ τις καὶ αὐτὸς τοιοῦτο ἔπαθε ὁκοῖον ἂν ἔχῃ κάμνων ἄλλον εἶδε παθόντα · ταῦτα προσιόντες συμβουλεύουσι καὶ παραινέουσι ἅσσα αὐτὸς ποιήσας ἐξέφυγε ὁμοίην νοῦσον ἄλλον εἶδε ἐκφυγόντα . Σιγῇ δὲ παρεξελθεῖν τὸν κάμνοντα οὔ σφι ἔξεστι , πρὶν ἂν ἐπείρηται ἥντινα νοῦσον ἔχει .
1.198 Ταφαὶ δέ σφι ἐν μέλιτι , θρῆνοι δὲ παραπλήσιοι τοῖσι ἐν Αἰγύπτῳ . Ὁσάκις δ’ ἂν μιχθῇ γυναικὶ τῇ ἑωυτοῦ ἀνὴρ Βαβυλώνιος , περὶ θυμίημα καταγιζόμενον ἵζει , ἑτέρωθι δὲ γυνὴ τὠυτὸ τοῦτο ποιέει . Ὄρθρου δὲ γενομένου λοῦνται καὶ ἀμφότεροι · ἄγγεος γὰρ οὐδενὸς ἅψονται πρὶν ἂν λούσωνται . Ταὐτὰ δὲ ταῦτα καὶ Ἀράβιοι ποιεῦσι .