1.200 Νόμοι μὲν δὴ τοῖσι Βαβυλωνίοισι οὗτοι κατεστᾶσι . Εἰσὶ δὲ αὐτῶν πατριαὶ τρεῖς αἳ οὐδὲν ἄλλο σιτέονται εἰ μὴ ἰχθῦς μοῦνον , τοὺς ἐπείτε ἂν θηρεύσαντες αὐήνωσι πρὸς ἥλιον , ποιεῦσι τάδε · ἐσβάλλουσι ἐς ὅλμον καὶ λεήναντες ὑπέροισι σῶσι διὰ σινδόνος · καὶ ὃς μὲν ἂν βούληται αὐτῶν ἅτε μᾶζαν μαξάμενος ἔδει , δὲ ἄρτου τρόπον ὀπτήσας .
1.201 Ὡς δὲ τῷ Κύρῳ καὶ τοῦτο τὸ ἔθνος κατέργαστο , ἐπεθύμησε Μασσαγέτας ὑπ’ ἑωυτῷ ποιήσασθαι . Τὸ δὲ ἔθνος τοῦτο καὶ μέγα λέγεται εἶναι καὶ ἄλκιμον , οἰκημένον δὲ πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολάς , πέρην τοῦ Ἀράξεω ποταμοῦ , ἀντίον δὲ Ἰσσηδόνων ἀνδρῶν . Εἰσὶ δὲ οἵτινες καὶ Σκυθικὸν λέγουσι τοῦτο τὸ ἔθνος εἶναι .