1.196 Νόμοι δὲ αὐτοῖσι οἵδε κατεστᾶσι . μὲν σοφώτατος ὅδε κατὰ γνώμην τὴν ἡμετέρην , τῷ καὶ Ἰλλυριῶν Ἐνετοὺς πυνθάνομαι χρᾶσθαι . Κατὰ κώμας ἑκάστας ἅπαξ τοῦ ἔτεος ἑκάστου ἐποιέετο τάδε . Ὅσαι αἰεὶ παρθένοι γινοίατο γάμων ὡραῖαι , ταύτας ὅκως συναγάγοιεν πάσας , ἐς ἓν χωρίον ἐσάγεσκον ἁλέας , πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν . Ἀνιστὰς δὲ κατὰ μίαν ἑκάστην κῆρυξ πωλέεσκε , πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων , μετὰ δέ , ὅκως αὕτη εὑροῦσα πολλὸν χρυσίον πρηθείη , ἄλλην ἀνεκήρυσσε μετ’ ἐκείνην ἔσκε εὐειδεστάτη . Ἐπωλέοντο δὲ ἐπὶ συνοικήσι . Ὅσοι μὲν δὴ ἔσκον εὐδαίμονες τῶν Βαβυλωνίων ἐπίγαμοι , ὑπερβάλλοντες ἀλλήλους ἐξωνέοντο τὰς καλλιστευούσας · ὅσοι δὲ τοῦ δήμου ἔσκον ἐπίγαμοι , οὗτοι δὲ εἴδεος μὲν οὐδὲν ἐδέοντο χρηστοῦ , οἱ δ’ αὖ χρήματά τε καὶ αἰσχίονας παρθένους ἐλάμβανον . Ὡς γὰρ δὴ διεξέλθοι κῆρυξ πωλέων τὰς εὐειδεστάτας τῶν παρθένων , ἀνίστη ἂν τὴν ἀμορφεστάτην εἴ τις αὐτέων ἔμπηρος ἦν , καὶ ταύτην ἀνεκήρυσσε , ὅστις θέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικέειν αὐτῇ , ἐς τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ προσέκειτο . Τὸ δὴ ὦν χρυσίον ἐγίνετο ἀπὸ τῶν εὐειδέων παρθένων , καὶ οὕτως αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν . Ἐκδοῦναι δὲ τὴν ἑωυτοῦ θυγατέρα ὅτεῳ βούλοιτο ἕκαστος οὐκ ἐξῆν οὐδὲ ἄνευ ἐγγυητέω ἀπαγαγέσθαι τὴν παρθένον πριάμενον , ἀλλ’ ἐγγυητὰς χρῆν καταστήσαντα μὲν συνοικήσειν αὐτῇ , οὕτω ἀγαγέσθαι · εἰ δὲ μὴ συμφεροίατο , ἀποφέρειν τὸ χρυσίον ἔκειτο νόμος . Ἐξῆν δὲ καὶ ἐξ ἄλλης ἐλθόντα κώμης τὸν βουλόμενον ὠνέεσθαι . μέν νυν κάλλιστος νόμος οὗτός σφι ἦν , οὐ μέντοι νῦν γε διατελέει ἐών , ἄλλο δέ τι ἐξευρήκασι νεωστὶ γενέσθαι ἵνα μὴ ἀδικοῖεν αὐτὰς μηδ’ ἐς ἑτέραν πόλιν ἄγωνται · ἐπείτε γὰρ ἁλόντες ἐκακώθησαν καὶ οἰκοφθορήθησαν , πᾶς τις τοῦ δήμου βίου σπανίζων καταπορνεύει τὰ θήλεα τέκνα .