1.195 Τὰ μὲν δὴ πλοῖα αὐτοῖσί ἐστι τοιαῦτα . Ἐσθῆτι δὲ τοιῇδε χρέωνται · κιθῶνι ποδηνεκέϊ λινέῳ , καὶ ἐπὶ τοῦτον ἄλλον εἰρίνεον κιθῶνα ἐπενδύνει καὶ χλανίδιον λευκὸν περιβαλλόμενος , ὑποδήματα ἔχων ἐπιχώρια , παραπλήσια πῇσι Βοιωτίῃσι ἐμβάσι . Κομῶντες δὲ τὰς κεφαλὰς μίτρῃσι ἀναδέονται , μεμυρισμένοι πᾶν τὸ σῶμα . Σφρηγῖδα δὲ ἕκαστος ἔχει καὶ σκῆπτρον χειροποίητον · ἐπ’ ἑκάστῳ δὲ σκήπτρῳ ἔπεστι πεποιημένον μῆλον ῥόδον κρίνον αἰετὸς ἄλλο τι · ἄνευ γὰρ ἐπισήμου οὔ σφι νόμος ἐστὶ ἔχειν σκῆπτρον . Αὕτη μὲν δή σφι ἄρτησις περὶ τὸ σῶμά ἐστι .