1.194 Τὸ δὲ ἁπάντων θῶμα μέγιστόν μοί ἐστι τῶν ταύτῃ μετά γε αὐτὴν τὴν πόλιν , ἔρχομαι φράσων . Τὰ πλοῖα αὐτοῖσί ἐστι τὰ κατὰ τὸν ποταμὸν πορευόμενα ἐς τὴν Βαβυλῶνα , ἐόντα κυκλοτερέα , πάντα σκύτινα . Ἐπεὰν γὰρ ἐν τοῖσι Ἀρμενίοισι τοῖσι κατύπερθε Ἀσσυρίων οἰκημένοισι νομέας ἰτέης ταμόμενοι ποιήσωνται , περιτείνουσι τούτοισι διφθέρας στεγαστρίδας ἔξωθεν ἐδάφεος τρόπον , οὔτε πρύμνην ἀποκρίνοντες οὔτε πρῴρην συνάγοντες , ἀλλ’ ἀσπίδος τρόπον κυκλοτερέα ποιήσαντες καὶ καλάμης πλήσαντες πᾶν τὸ πλοῖον τοῦτο ἀπιεῖσι κατὰ τὸν ποταμὸν φέρεσθαι , φορτίων πλήσαντες . Μάλιστα δὲ βίκους Φοινικηίου κατάγουσι οἴνου πλέους . Ἰθύνεται δὲ ὑπό τε δύο πλήκτρων καὶ δύο ἀνδρῶν ὀρθῶν ἑστεώτων , καὶ μὲν ἔσω ἕλκει τὸ πλῆκτρον , δὲ ἔξω ὠθέει . Ποιέεται δὲ καὶ κάρτα μεγάλα ταῦτα τὰ πλοῖα καὶ ἐλάσσω · τὰ δὲ μέγιστα αὐτῶν καὶ πεντακισχιλίων ταλάντων γόμον ἔχει . Ἐν ἑκάστῳ δὲ πλοίῳ ὄνος ζωὸς ἔνεστι , ἐν δὲ τοῖσι μέζοσι πλέονες . Ἐπεὰν ὦν ἀπίκωνται πλέοντες ἐς τὴν Βαβυλῶνα καὶ διαθέωνται τὸν φόρτον , νομέας μὲν τοῦ πλοίου καὶ τὴν καλάμην πᾶσαν ἀπ’ ὦν ἐκήρυξαν , τὰς δὲ διφθέρας ἐπισάξαντες ἐπὶ τοὺς ὄνους ἀπελαύνουσι ἐς τοὺς Ἀρμενίους . Ἀνὰ τὸν ποταμὸν γὰρ δὴ οὐκ οἷά τέ ἐστι πλέειν οὐδενὶ τρόπῳ ὑπὸ τάχεος τοῦ ποταμοῦ · διὰ γὰρ ταῦτα καὶ οὐκ ἐκ ξύλων ποιεῦνται τὰ πλοῖα ἀλλ’ ἐκ διφθερέων . Ἐπεὰν δὲ τοὺς ὄνους ἐλαύνοντες ἀπίκωνται ὀπίσω ἐς τοὺς Ἀρμενίους , ἄλλα τρόπῳ τῷ αὐτῷ ποιεῦνται πλοῖα .