1.193 δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ , καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο · ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε τὸ λήιον καὶ παραγίνεται σῖτος , οὐ κατά περ ἐν Αἰγύπτῳ αὐτοῦ τοῦ ποταμοῦ ἀναβαίνοντος ἐς τὰς ἀρούρας , ἀλλὰ χερσί τε καὶ κηλωνηίοισι ἀρδόμενος . γὰρ Βαβυλωνίη χώρη πᾶσα , κατά περ Αἰγυπτίη , κατατέτμηται ἐς διώρυχας · καὶ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος , πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν , ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω , ἐς τὸν Τίγρην , παρ’ ὃν Νίνος πόλις οἴκητο . Ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν . . . · τὰ γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν , οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην . Τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ , ἐπεὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ , ἐπὶ τριηκόσια ἐκφέρει . Τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων · ἐκ δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται , ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι , εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα περὶ τὰ καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται . Χρέωνται δὲ οὐδὲν ἐλαίῳ , ἄλειφαρ ἐκ τῶν σησάμων ποιεῦντες . Εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον , οἱ πλέονες αὐτῶν καρποφόροι , ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται · τοὺς συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνες καλέουσι , τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων , ἵνα πεπαίνῃ τέ σφι ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ καρπὸς τοῦ φοίνικος · ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες , κατά περ δὴ οἱ ὄλονθοι .