1.192 Τὴν δὲ δύναμιν τῶν Βαβυλωνίων πολλοῖσι μὲν καὶ ἄλλοισι δηλώσω ὅση τις ἐστί , ἐν δὲ δὴ καὶ τῷδε . Βασιλέϊ τῷ μεγάλῳ ἐς τροφὴν αὐτοῦ τε καὶ τῆς στρατιῆς διαραίρηται , πάρεξ τοῦ φόρου , γῆ πᾶσα ὅσης ἄρχει . Δυώδεκα ὦν μηνῶν ἐόντων ἐς τὸν ἐνιαυτόν , τοὺς τέσσερας μῆνας τρέφει μιν Βαβυλωνίη χώρη , τοὺς δὲ ὀκτὼ τῶν μηνῶν λοιπὴ πᾶσα Ἀσίη . Οὕτω τριτημορίη Ἀσσυρίη χώρη τῇ δυνάμι τῆς ὅλης Ἀσίης . Καὶ ἀρχὴ τῆς χώρης ταύτης , τὴν οἱ Πέρσαι σατραπηίην καλέουσι , ἐστὶ ἁπασέων τῶν ἀρχέων πολλόν τι κρατίστη , ὅκου Τριτανταίχμῃ τῷ Ἀρταβάζου ἐκ βασιλέος ἔχοντι τὸν νομὸν τοῦτον ἀργυρίου μὲν προσήιε ἑκάστης ἡμέρης ἀρτάβη μεστή δὲ ἀρτάβη μέτρον ἐὸν Περσικὸν χωρέει μεδίμνου Ἀττικοῦ πλέον χοίνιξι τρισὶ Ἀττικῇσι . Ἵπποι δέ οἱ αὐτοῦ ἦσαν ἰδίῃ , πάρεξ τῶν πολεμιστηρίων , οἱ μὲν ἀναβαίνοντες τὰς θηλέας ὀκτακόσιοι , αἱ δὲ βαινόμεναι ἑξακισχίλιαι καὶ μύριαι · ἀνέβαινε γὰρ ἕκαστος τῶν ἐρσένων τούτων εἴκοσι ἵππους . Κυνῶν δὲ Ἰνδικῶν τοσοῦτο δή τι πλῆθος ἐτρέφετο ὥστε τέσσερες τῶν ἐν τῷ πεδίῳ κῶμαι μεγάλαι , τῶν ἄλλων ἐοῦσαι ἀτελέες , τοῖσι κυσὶ προσετετάχατο σιτία παρέχειν . Τοιαῦτα μὲν τῷ ἄρχοντι τῆς Βαβυλῶνος ὑπῆρχε ἐόντα . ʹ