1.191 Εἴτε δὴ ὦν ἄλλος οἱ ἀπορέοντι ὑπεθήκατο , εἴτε καὶ αὐτὸς ἔμαθε τὸ ποιητέον οἱ ἦν , ἐποίεε δὴ τοιόνδε · τάξας τὴν στρατιὴν ἅπασαν ἐξ ἐμβολῆς τοῦ ποταμοῦ , τῇ ἐς τὴν πόλιν ἐσβάλλει , καὶ ὄπισθε αὖτις τῆς πόλιος τάξας ἑτέρους , τῇ ἐξιεῖ ἐκ τῆς πόλιος ποταμός , προεῖπε τῷ στρατῷ , ὅταν διαβατὸν τὸ ῥέεθρον ἴδωνται γενόμενον , ἐσιέναι ταύτῃ ἐς τὴν πόλιν . Οὕτω τε δὴ τάξας καὶ κατὰ ταῦτα παραινέσας ἀπήλαυνε αὐτὸς σὺν τῷ ἀχρηίῳ τοῦ στρατοῦ . Ἀπικόμενος δὲ ἐπὶ τὴν λίμνην , τά περ τῶν Βαβυλωνίων βασίλεια ἐποίησε κατά τε τὸν ποταμὸν καὶ κατὰ τὴν λίμνην , ἐποίεε καὶ Κῦρος ἕτερα τοιαῦτα · τὸν γὰρ ποταμὸν διώρυχι ἐσαγαγὼν ἐς τὴν λίμνην ἐοῦσαν ἕλος , τὸ ἀρχαῖον ῥέεθρον διαβατὸν εἶναι ἐποίησε ὑπονοστήσαντος τοῦ ποταμοῦ . Γενομένου δὲ τούτου τοιούτου οἱ Πέρσαι οἵ περ ἐτετάχατο ἐπ’ αὐτῷ τούτῳ κατὰ τὸ ῥέεθρον τοῦ Εὐφρήτεω ποταμοῦ ὑπονενοστηκότος ἀνδρὶ ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ , κατὰ τοῦτο ἐσήισαν ἐς τὴν Βαβυλῶνα . Εἰ μέν νυν προεπύθοντο ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιεύμενον , οἱ δ’ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν κάκιστα · κατακληίσαντες γὰρ ἂν πάσας τὰς ἐς τὸν ποταμὸν πυλίδας ἐχούσας καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ τὰ χείλεα τοῦ ποταμοῦ ἐληλαμένας , ἔλαβον ἄν σφεας ὡς ἐν κύρτῃ . Νῦν δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι . Ὑπὸ δὲ μεγάθεος τῆς πόλιος , ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων , τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἡλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἡλωκότας , ἀλλά τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν χορεύειν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι , ἐς δὴ καὶ τὸ κάρτα ἐπύθοντο . Καὶ Βαβυλὼν μὲν οὕτω τότε πρῶτον ἀραίρητο .