1.184 Τῆς δὲ Βαβυλῶνος ταύτης πολλοὶ μέν κου καὶ ἄλλοι ἐγένοντο βασιλέες , τῶν ἐν τοῖσι Ἀσσυρίοισι λόγοισι μνήμην ποιήσομαι , οἳ τὰ τείχεά τε ἐπεκόσμησαν καὶ τὰ ἱρά , ἐν δὲ δὴ καὶ γυναῖκες δύο . μὲν πρότερον ἄρξασα , τῆς ὕστερον γενεῇσι πέντε πρότερον γενομένη , τῇ οὔνομα ἦν Σεμίραμις , αὕτη μὲν ἀπεδέξατο χώματα ἀνὰ τὸ πεδίον ἐόντα ἀξιοθέητα · πρότερον δὲ ἐώθεε ποταμὸς ἀνὰ τὸ πεδίον πᾶν πελαγίζειν .