1.183 Ἔστι δὲ τοῦ ἐν Βαβυλῶνι ἱροῦ καὶ ἄλλος κάτω νηός , ἔνθα ἄγαλμα μέγα τοῦ Διὸς ἔνι κατήμενον χρύσεον , καί οἱ τράπεζα μεγάλη παράκειται χρυσέη , καὶ τὸ βάθρον οἱ καὶ θρόνος χρύσεός ἐστι · καὶ , ὡς ἔλεγον οἱ Χαλδαῖοι , ταλάντων ὀκτακοσίων χρυσίου πεποίηται ταῦτα . Ἔξω δὲ τοῦ νηοῦ βωμός ἐστι χρύσεος . Ἔστι δὲ καὶ ἄλλος βωμὸς μέγας , ἐπ’ οὗ θύεται τὰ τέλεα τῶν προβάτων · ἐπὶ γὰρ τοῦ χρυσέου βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα . Ἐπὶ δὲ τοῦ μέζονος βωμοῦ καὶ καταγίζουσι λιβανωτοῦ χίλια τάλαντα ἔτεος ἑκάστου οἱ Χαλδαῖοι τότε ἐπεὰν τὴν ὁρτὴν ἄγωσι τῷ θεῷ τούτῳ . Ἦν δὲ ἐν τῷ τεμένεϊ τούτῳ ἔτι τὸν χρόνον ἐκεῖνον καὶ ἀνδριὰς δυώδεκα πήχεων χρύσεος στερεός · ἐγὼ μέν μιν οὐκ εἶδον , τὰ δὲ λέγεται ὑπὸ Χαλδαίων , ταῦτα λέγω · τούτῳ τῷ ἀνδριάντι Δαρεῖος μὲν Ὑστάσπεος ἐπιβουλεύσας οὐκ ἐτόλμησε λαβεῖν , Ξέρξης δὲ Δαρείου ἔλαβε καὶ τὸν ἱρέα ἀπέκτεινε ἀπαγορεύοντα μὴ κινέειν τὸν ἀνδριάντα . Τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω κεκόσμηται , ἔστι δὲ καὶ ἴδια ἀναθήματα πολλά .