1.185 δὲ δὴ δεύτερον γενομένη ταύτης βασίλεια , τῇ οὔνομα ἦν Νίτωκρις , αὕτη δὲ συνετωτέρη γενομένη τῆς πρότερον ἀρξάσης τοῦτο μὲν μνημόσυνα ἐλίπετο τὰ ἐγὼ ἀπηγήσομαι , τοῦτο δὲ τὴν Μήδων ὁρῶσα ἀρχὴν μεγάλην τε καὶ οὐκ ἀτρεμίζουσαν , ἄλλα τε ἀραιρημένα ἄστεα αὐτοῖσι , ἐν δὲ δὴ καὶ τὴν Νίνον , προεφυλάξατο ὅσα ἐδύνατο μάλιστα . Πρῶτα μὲν τὸν Εὐφρήτην ποταμὸν ἐόντα πρότερον ἰθύν , ὅς σφι διὰ τῆς πόλιος μέσης ῥέει , τοῦτον ἄνωθεν διώρυχας ὀρύξασα οὕτω δή τι ἐποίησε σκολιὸν ὥστε δὴ τρὶς ἐς τῶν τινα κωμέων τῶν ἐν τῇ Ἀσσυρίῃ ἀπικνέεται ῥέων · τῇ δὲ κώμῃ οὔνομά ἐστι ἐς τὴν ἀπικνέεται Εὐφρήτης Ἀρδέρικκα · καὶ νῦν οἳ ἂν κομίζωνται ἀπὸ τῆσδε τῆς θαλάσσης ἐς Βαβυλῶνα , καταπλέοντες ἐς τὸν Εὐφρήτην ποταμὸν τρίς τε ἐς τὴν αὐτὴν ταύτην κώμην παραγίνονται καὶ ἐν τρισὶ ἡμέρῃσι . Τοῦτο μὲν δὴ τοιοῦτον ἐποίησε , χῶμα δὲ παρέχωσε παρ’ ἑκάτερον τοῦ ποταμοῦ τὸ χεῖλος ἄξιον θώματος , μέγαθος καὶ ὕψος ὅσον τι ἐστί . Κατύπερθε δὲ πολλῷ Βαβυλῶνος ὤρυσσε ἔλυτρον λίμνῃ , ὀλίγον τι παρατείνουσα ἀπὸ τοῦ ποταμοῦ , βάθος μὲν ἐς τὸ ὕδωρ αἰεὶ ὀρύσσουσα , εὖρος δὲ τὸ περίμετρον αὐτοῦ ποιεῦσα εἴκοσί τε καὶ τετρακοσίων σταδίων · τὸν δὲ ὀρυσσόμενον χοῦν ἐκ τούτου τοῦ ὀρύγματος ἀναισίμου παρὰ τὰ χείλεα τοῦ ποταμοῦ παραχέουσα . Ἐπείτε δέ οἱ ὀρώρυκτο , λίθους ἀγαγομένη κρηπῖδα κύκλῳ περὶ αὐτὴν ἤλασε . Ἐποίεε δὲ ἀμφότερα ταῦτα , τόν τε ποταμὸν σκολιὸν καὶ τὸ ὄρυγμα πᾶν ἕλος , ὡς τε ποταμὸς βραδύτερος εἴη περὶ καμπὰς ἀγνύμενος , καὶ οἱ πλόοι ἔωσι σκολιοὶ ἐς τὴν Βαβυλῶνα , ἔκ τε τῶν πλόων ἐκδέκηται περίοδος τῆς λίμνης μακρή . Κατὰ τοῦτο δὲ ἐργάζετο τῆς χώρης τῇ αἵ τε ἐσβολαὶ ἦσαν καὶ τὰ σύντομα τῆς ἐκ Μήδων ὁδοῦ , ἵνα μὴ ἐπιμισγόμενοι οἱ Μῆδοι ἐκμανθάνοιεν αὐτῆς τὰ πρήγματα . ʹ